<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="41"><p rend="indent">Τὸ δὲ ἀντίθετον ἄνω μὲν εἴρηται τὸ τῆς διανοίας, τὸ δὲ τῆς λέξεως διχῶς γίνεται, ἢ κατὰ κῶλον, ἢ κατὰ λέξιν. κατὰ κῶλον μέν, <quote rend="expand">παρὰ τὰς τῶν χορηγῶν δαπάνας μικρὸν ἡμέρας μέρος ἡ χάρις τοῖς θεωμένοις ἐστί, παρὰ δὲ τὰς εἰς τὸν πόλεμον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία πάσῃ τῇ πόλει.</quote> ἀντίκειται γὰρ τοῖς κώλοις ἡ ἑρμηνεία. τὸ δὲ κατὰ λέξιν, <quote rend="expand">ἐδίδασκες <del>γὰρ</del> γράμματα, ἐγὼ δ᾽ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐγραμμάτευες, ἐγὼ δ᾽ ἐθεώρουν· ἐξέπιπτες, ἐγώ δ᾽ ἐσύριττον.</quote> ἐνέργειαν δὲ καὶ κάλλος ἅμα τὸ σχῆμα ἔχει.</p></div><div type="textpart" subtype="section" n="42"><p rend="indent">Ἔλλειψις δέ ἐστιν ὅταν ὁ λέγων ἐλλείπῃ λέξιν ἣν  <pb facs="219219004_0121"/> παρ᾽ αὑτοῦ ἔδει προσθεῖναι τῷ νοήματι, οἷον <quote rend="expand">θέαμα δεινὸν καὶ ἐλεεινόν·</quote> ἐλλείπει γὰρ τὸ ἐστί. κἀκεῖνο δὲ ἔλλειψις· <quote rend="expand">πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις·</quote> ἐλλείπει γὰρ ταῖς θεαῖς. καὶ πάλιν, <quote rend="expand">ὥσπερ ἄν τις ἰατρὸς ἀσθενοῦσι μὲν τοῖς κάμνουσιν εἰσιὼν μὴ λέγοι μηδὲ δεικνύοι δι᾽ ὧν ἀποφεύξονται τὴν νόσον, ἐπειδὰν δὲ τελευτήσειέ τις αὐτῶν καὶ τὰ νομιζόμενα ἐπ᾽ αὐτῷ φέροιτο, ἀκολουθῶν ἐπὶ τὸ μνῆμα διεξίοι, εἰ τὸ καὶ τὸ ἐποίησεν ἄνθρωπος, οὐκ ἂν ἀπέθανεν. ἐμβρόντητε, εἶτα νῦν λέγεις;</quote> καὶ πάλιν, <quote rend="expand">εἶπον τοίνυν ὡς μὲν ὑπαρχόντων Θηβαίων Φιλίππῳ λίαν θορυβουμένων·</quote> ἐλλείπει γὰρ τὸ φίλων καὶ συμμάχων.</p></div><div type="textpart" subtype="section" n="43"><p rend="indent">Τὴν δὲ διατύπωσιν παρῆκεν Ἀψίνης, Καικίλιος δὲ ἔθηκεν ἐν τοῖς τῆς διανοίας σχήμασιν. ἡ δὲ διατύπωσις ὁτὲ μὲν ὑπομιμνήσκει τῶν γεγενημένων ἐνεργειῶν καὶ ἑκάστων ἐξαριθμουμένων τῶν μερῶν· <quote rend="expand">ἀλλὰ μὴν τὸν τῇ πόλει συσταθέντα τότε θόρυβον ἴστε μὲν ἅπαντες, μικρὰ δὲ ἀκούσατέ μου τὰ ἀναγκαιότατα. ἑσπέρα μὲν γὰρ ἤδη,</quote> καὶ τὰ ἐξῆς. καὶ πάλιν ἡ διατύπωσις ἐπὶ τὴν θέαν ἄγει τῶν οὐχ ἑωραμένων, ὡς παρ᾽ Αἰσχίνῃ πολλὰ ἂν εὕροι τις. τράτος ὅρος διατυπώσεως, ὅταν τὰ μὴ γεγονότα διατυπούμενοι εἰσάγωμεν καθ᾽ ὑπόθεσιν, οἷον τί ἂν ἐγένετο, καὶ τί ἂν ἐπράχθη, ὡς δεινὰ καὶ φοβερά.</p></div><div type="textpart" subtype="section" n="44"><p rend="indent">Τὸ δὲ διασυρμοῦ σχῆμα παρῆκεν Ἀψίνης, Καικίλιος δὲ αὐτὸ ἐνέθηκε. τοῦτο δέ ἐστι τὰ μεγάλα μικρὰ ποιῆσαι καὶ ἐξευτελίσαι, οἷον <quote rend="expand">ἀλλ᾽ ἐν τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν ἂν εἰ μὴ τοῦτο ἐγράφη.</quote> καί, <quote rend="expand">πάνυ γε· οὐ γὰρ παρὰ τοῦτο εὐχερῆ γέγονε <pb facs="219219004_0122"/>  τὰ τῶν Ἑλλήνων πράγματα, εἰ τουτὶ τὸ ῥῆμα, ἀλλὰ μὴ τοῦτο διελέχθην ἐγώ, ἢ δευρὶ τὴν χεῖρα, ἀλλὰ μὴ δευρὶ παρήνεγκα.</quote></p></div><div type="textpart" subtype="section" n="45"><p rend="indent">Τὸ δὲ σχῆμα τῆς ἐπανόδου ἐστὶ παρὰ τῷ Καικιλίῳ. γίνεται δὲ αὕτη ὅταν ὀνόματα δύο καὶ ῥῆμα προθέντες ἐπανίωμεν ἐπ᾽ αὐτὰ καὶ ἐξηγώμεθα αὐτά, ὡς μήπω νοουμένου τοῦ λεχθέντος, οἷον εἴ τις λέγοι, ὅτι Νικίας καὶ Ἀλκιβιάδης ἐπὶ Σικελίας τὴν στρατείαν διέφοθειραν, εἶτα ἐπανιὼν ἐπ᾽ αὐτὰ λέγοι, Ἀλκιβιάδης μὲν εὐτελῆ τὸν πόλεμον καταλιπών, Νικίας δὲ ἀργὸν στρατηγήσας. χρῆται δὲ ἐπανόδῳ καὶ Θουκυδίδης ὁσάκις ἂν εἰς ἀσάφειαν ἐκ τῶν ὑπερβατῶν ἐκπίπτῃ.</p></div></div></body></text></TEI>