ΠΕΡΙ ΕΠΙΤΙΜΗΣΕΩΣ. Ἐπιτίμησις δέ ἐστιν ὅταν διὰ τῆς πρὸς τοὺς ἀκούοντας ἐπιπλήξεως τινῶν βούληται συμβουλὴν περαίνειν, ὡς ἐν τῷ περὶ τῆς παραπρεσβείας, ὑμεῖς δ᾽ ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, πόρρωθεν δ᾽ ὁρῶντες οὐ φυλάττεσθαι, καὶ πάλιν οὕτως, ὡς ἔοικε, πολύ τι σκότος ἐστὶ παρ᾽ ὑμῖν πρὸ τῆς ἀληθείας. ΠΕΡΙ ΠΑΡΑΛΕΙΨΕΩΣ. Παράλειψις δέ ἐστιν ὅταν τῷ δοκεῖν τινὰ παραλιπεῖν λέγῃ ἃ βούλεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ἐγὼ δέ, ὅτι μὲν τινῶν κατηγοροῦντας πάντων ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω· καὶ γὰρ εἴρηται τρόπον τινά, καὶ ὑφ᾽ ὑμῶν ἴσως γινώσκεται, καὶ πάλιν πρὸς τὸν Αἰσχίνην, ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόνησον· οὐδενὸς γὰρ τούτων μέμνημ Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθησιν, καὶ ὅσα ἄλλα τοιατα ἡ πόλις ἠδικεῖτο, οὐδ᾽ εἰ γέγονεν οἶδα. τῷ τε γὰρ οὕτως εἰπεῖν ἃ βούλεται δεδήλωκε καὶ τῇ παραλείψει τὸ φορτικὸν ἀφῇρηται. ΠΕΡΙ ΔΙΑΠΟΡΗΣΕΩΣ. Διαπόρησις δέ ἐστιν ὅταν ὡς διαπορῶν τις ἃ δεῖ εἰπεῖν κἀκεῖνα καὶ ἔτι πλείω λέγῃ, οἷον ἀλλ᾽ εἰς τοσοῦτον ἀφῖκται μωρίας, ἤ παρανοίας, ἢ — οὐκ ἔχω τί λέγω. καὶ πάλιν, οὐκ ἀπορῶν δ᾽ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ ὅτου πρώτου μνησθῶ, πότερ᾽ ὡς ὁ πατήρ σου, Τρόμης, ἐδούλευε παρ᾽ Ἐλπίᾳ τῷ πρὸς τῷ Θησείῳ διδάσκοντι γράμματα, χοίνικας παχείας ἔχων καὶ ξύλον· ἢ ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε. ὡς γὰρ ἀπορῶν τί χρὴ εἰπεῖν πάντα εἶπεν.