Συζυγία δ᾽ ἔστιν ὅταν δύο προθέσεις ἀντικείμεναι ἀλλήλαις ἑκατέρα τὸ προσῆκον ἐπενέγκῃ, οἷον ὁ δῆμος ὁ τῶν Ὠρειτῶν ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τούς δ᾽ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δ᾽ ἐπιτήδειον ταῦτα παθεῖν ἔφασαν. καὶ πάλιν, τὸ τοίνυν ψήφισμα τουτί, τῷ μὲν ἡγουμένῳ τῶν Κερσοβλέπτου πραγμάτων ἀσφάἁλείαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος μή τινα αἰτίαν σχῶσι παριστάν, τοὺς μὲν ἀσθενεῖς, τὸν δὲ ἰσχυρὸν καθίστησιν. οὐ γὰρ ἑκάτερον κατέλυσε καθ᾽ αὑτό, ἀλλὰ δι᾽ ἀμφοτέρων ὁ λόγος κεχώρηκε. κάλλος δὲ τὸ σχῆμα ἐργάζεται. Τὸ δὲ ἀπὸ κοινοῦ οὕτως· καὶ τῷ μὲν Εὐβαίῳ τῷ τὸν Βοιωτὸν ἀποκτείναντι πολλὴν συγγνώμην ἔχω· δοκοῦσι δέ μοι καὶ τῶν δικασάντων τότε πολλοί. ἀπὸ κοινοῦ συγγνώμην ἔχειν. εὐειδὲς τὸ σχῆμα. Μεταβολὴ δ᾽ ἔστιν ὅταν μὴ τὰς πτώσεις μόνον ἀλλὰ καὶ τὰ ῥήματα μεταβάλλῃ, οἷον τίς γὰρ συμμαχία σοῦ πράξαντος γέγονε τῇ πόλει; ποῖαι τριήρεις; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τειχῶν; ποῖον ἱππικόν; καὶ τοῦτο δὲ ὁμοίως γοργὸν καὶ εὐειδὲς τὸ σχῆμα. Ὑποφορὰ δέ ἐστιν ὅταν μὴ ἑξῆς προβαίνῃ ὁ λόγος, ἀλλ᾽ ὑποθείς τι ἢ ὡς παρὰ τοῦ ἀντιδίκου ἢ ὡς ἐκ τοῦ πράγματος ἀποκρίνηται πρὸς αὑτόν, ὥσπερ δύο ἀντιλεγόμενα πρόσωπα μιμούμενος, οἷον ἐγὼ τοίνυν λογίζομαι τίνων ὁ Φίλιππος πρῶτον γέγονε κύριος μετὰ τὴν εἰρήνην; Πυλῶν καὶ τῶν ἐν Φωκεῦσι πραγμάτων. τί οὖν; πῶς τούτοις ἐχρήσατο; ἃ Θηβαίοις συμφέρει, καὶ οὐχ ἃ τῇ πόλει, προείλετο πράττειν. τί δήποτ᾽ ἄν ; ὅτι πρὸς πλεονεξίαν, οἶμαι, καὶ τὸ πάντα ὑφ᾽ ἑαυτῷ ποιήσασθαι. . . καὶ πάλιν, τί ποιήσομεν, ἐὰν ἐπὶ Χερρόνησον; ἐπικρινοῦμεν Διοπείὕηννὴ Δία. καὶ τί τὰ πράγματα ἔσται βελτίω; ἀλλ᾽ ἐνθένδε βοηθήσωμεν αὐτοῖς; ἂν δὲ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα; ἀλλὰ μὰ Δία οὐχ ἥξει. καὶ τίς ἐγγυητής ἐστι τούτου; ἔχει δὲ τὸ σχῆμα καὶ κάλλος καὶ ἐνέργειαν. καὶ ὅταν εἴπῃ, ἐπέδωκα; ἐπαινοῦμαι, οὐ, μὰ Δία, οὐκ ὤν, ὧν ἐπέδωκα, ὑπεύθυνος. ἦρχον; καὶ δέδωκά γε εὐθύνας ἐκείνων, οὐχ ὧν ἐπέδωκα. νὴ Δία, ἀλλ᾽ ἀδίκως, φησίν, ἦρξας. εἶτα παρὼν ὅτε με εἰσήγαγον οἱ λογισταί, οὐ κατηγόρεις; Ἀσύνδετον δέ ἐστιν, ᾧ πολλαχοῦ χρῆται ὁ Δημοσθένης, κατ᾽ ὄνομα καὶ κατὰ κῶλον καὶ ἐν τόπῳ. κατ᾽ ὄνομα μέν, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόνησον· ἐξ ὧν πλήθους ἔμφασις γίνεται. κατὰ κῶλον, ἴσασιν Εὐαίωνα πολλοί, τὸν Λαοδάμαντος ἀδελφόν· εὐειδὲς τὸ τοιοῦτο. κατὰ κόμμα δέ, ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοις, ταῦτα κινεῖ, ταῦτα ἐξίστησι. ταῦτα δείνωσιν ἔχει καὶ ἐνέργειαν. καὶ τοῦτο ἀσυνδέτως· πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι, ἃ τότε εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο· πολλὰ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς. καὶ πάλιν προθεὶς ἀλλὰ τί τοῦτο ὄφελος τῇ πόλει; πάλιν ἐπήγαγεν εἰς τὸ ἀσύνδετον, ἕως ἂν σώζηται τὸ σκάφος, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἐφεξῆς προθύμους εἶναι. λαμπρότητα δὲ καὶ φαντασίαν τοῦτο τὸ σχῆμα παρέχεται ἄνευ συνδέσμων ἐλευθέρᾳ φωνῇ τοῦ λόγου προϊόντος ταῖς τῶν τόπων ἐμβολαῖς. τῷ σχήματι κέχρηται ἢ κατ᾽ ὄνομα εἰς πλῆθος, ἢ κατὰ κῶλον εἰς κάλλος, ἢ κατὰ κόμμα εἰς ἐνέργειαν, ἢ κατὰ τόπους εἰς λαμπρότητα. κἀκεῖνο ἀσύνδετον, ὁρῶ δὲ αὐτὸν τὸν Φίλιππον, πρὸς ὃν ἡμῖν ὁ ἀγών, τὸν ὀφθαλμὸν ἐκκεκομμένον, τὴν δὲ κλεῖν κατεαγότα, τὴν δὲ χεῖρα καὶ τὸ σκέλος πεπηρωμένον.