<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="34"><p rend="indent">Πλεονασμὸς δέ ἐστι· <quote rend="expand">τί δεῖ πράττειν καὶ ποιεῖν τὴν πόλιν;</quote> ἐνέργειαν τὸ σχῆμα ἔχει ἐν τῷ πυσματικῷ τιθεμένην. συνωνυμίαν ὀνομάζει τὸ σχῆμα Καικίλιος ὅταν κατὰ τοῦ αὐτοῦ πράγματος ἢ κατὰ τοῦ προκειμένου δύο λέξεις γενηθῶσι· τοῦτο δὲ πλεονασμὸν ὀνομάζει Ἀψίνης, <quote rend="expand">τότε δὴ καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον·</quote> θάτερον γὰρ τούτων εἰπεῖν ἐξήρκει. καὶ ὁ Δημοσθένης, <quote rend="expand">ἐφοβήθης ἄν . . . . αν οὐδεὶς ἥψατο.</quote> καὶ πάλιν ἐν τοῖς Φιλιππικοῖς, <quote rend="expand">καὶ γινώσκεται μὲν ὑπὸ τῶν Κορινθίων καὶ παρ᾽ Ὀλυνθίοις πρότερον, οὐκ ἀγνοεῖται ὑπὸ Θετταλῶν.</quote> κατὰ γὰρ τοῦ αὐτοῦ πράγματος τὰ αὐτὰ σημαινόμενα τέθειται.</p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent">Περίφρασις δ᾽ ἔστιν ὅταν τῆς ἁπλῆς καὶ εὐθείας γινομένης ἑρμηνείας εὐτελοῦς οὔσης, μεταβαλόντες κόσμου ἕνεκα ἢ πάθους ἢ μεγαλοπρεπείας ἄλλοις ὀνόμασι καὶ πλείοσι τῶν κυρίων καὶ ἀναγκαίων τὸ πρᾶγμα ἑρμηνεύσωμεν, οἷόν ἐστι τὸ Δημοσθενικόν, <quote rend="expand">ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς τῇ Μειδίου.</quote> τὸ γὰρ ἁπλοῦν ἦν  <pb facs="219219004_0118"/> ἠτίμωται ὑπὸ Μειδίου, τὸ δὲ <quote rend="expand">τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως</quote> παρείληπται πάθους ἕνεκα καὶ ἀξιώματος. ταῖς δὲ περιφράσεσι σπανίως χρῶνται οἱ πολιτικοί, πλεονάζει δὲ ἐν αὐταῖς ὁ Θουκυδίδης καὶ ὁ DΠλάτων καὶ οἱ ποιηταί, οἷον παρὰ μὲν Ὁμήρῳ <quote rend="expand">βίη Ἡραἀκλείῃ,</quote> ἀντὶ τοῦ Ἡρακλέος, καὶ <quote rend="expand">ἱερὴ ἲς Τηλεμάάχοιο,</quote> ἀντὶ τοῦ Τηλέμαχος· παρὰ δὲ Πλάτωνι, <quote rend="expand">ὦ παῖ Κλεινίου,</quote> ἀντὶ τοῦ Ἀλκιβιάδη· παρὰ δὲ Θουκυδίδῃ, <quote rend="expand">καὶ οἱ μὲν ὕπνον ᾑροῦντο,</quote> ἀντὶ τοῦ ἐκάθευδον· παρὰ δὲ Ἡροδότῳ, <quote rend="expand">ἐνέσκηψεν ἡ θεὸς θήλειαν νόσον,</quote> ἀντὶ τοῦ ἐποίησεν ἀνδρογύνους ἢ κατεαγότας.</p></div><div type="textpart" subtype="section" n="36"><p rend="indent">Συζυγία δ᾽ ἔστιν ὅταν δύο προθέσεις ἀντικείμεναι ἀλλήλαις ἑκατέρα τὸ προσῆκον ἐπενέγκῃ, οἷον <quote rend="expand">ὁ δῆμος ὁ τῶν Ὠρειτῶν ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τούς δ᾽ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δ᾽ ἐπιτήδειον ταῦτα παθεῖν ἔφασαν.</quote> καὶ πάλιν, <quote rend="expand">τὸ τοίνυν ψήφισμα τουτί, τῷ μὲν ἡγουμένῳ τῶν Κερσοβλέπτου πραγμάτων ἀσφάἁλείαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος μή τινα αἰτίαν σχῶσι παριστάν, τοὺς μὲν ἀσθενεῖς, τὸν δὲ ἰσχυρὸν καθίστησιν.</quote> οὐ γὰρ ἑκάτερον κατέλυσε καθ᾽ αὑτό, ἀλλὰ δι᾽ ἀμφοτέρων ὁ λόγος κεχώρηκε. κάλλος δὲ τὸ σχῆμα ἐργάζεται.</p></div></div></body></text></TEI>