Πλεονασμὸς δέ ἐστι· τί δεῖ πράττειν καὶ ποιεῖν τὴν πόλιν; ἐνέργειαν τὸ σχῆμα ἔχει ἐν τῷ πυσματικῷ τιθεμένην. συνωνυμίαν ὀνομάζει τὸ σχῆμα Καικίλιος ὅταν κατὰ τοῦ αὐτοῦ πράγματος ἢ κατὰ τοῦ προκειμένου δύο λέξεις γενηθῶσι· τοῦτο δὲ πλεονασμὸν ὀνομάζει Ἀψίνης, τότε δὴ καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον· θάτερον γὰρ τούτων εἰπεῖν ἐξήρκει. καὶ ὁ Δημοσθένης, ἐφοβήθης ἄν . . . . αν οὐδεὶς ἥψατο. καὶ πάλιν ἐν τοῖς Φιλιππικοῖς, καὶ γινώσκεται μὲν ὑπὸ τῶν Κορινθίων καὶ παρ᾽ Ὀλυνθίοις πρότερον, οὐκ ἀγνοεῖται ὑπὸ Θετταλῶν. κατὰ γὰρ τοῦ αὐτοῦ πράγματος τὰ αὐτὰ σημαινόμενα τέθειται. Περίφρασις δ᾽ ἔστιν ὅταν τῆς ἁπλῆς καὶ εὐθείας γινομένης ἑρμηνείας εὐτελοῦς οὔσης, μεταβαλόντες κόσμου ἕνεκα ἢ πάθους ἢ μεγαλοπρεπείας ἄλλοις ὀνόμασι καὶ πλείοσι τῶν κυρίων καὶ ἀναγκαίων τὸ πρᾶγμα ἑρμηνεύσωμεν, οἷόν ἐστι τὸ Δημοσθενικόν, ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς τῇ Μειδίου. τὸ γὰρ ἁπλοῦν ἦν ἠτίμωται ὑπὸ Μειδίου, τὸ δὲ τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως παρείληπται πάθους ἕνεκα καὶ ἀξιώματος. ταῖς δὲ περιφράσεσι σπανίως χρῶνται οἱ πολιτικοί, πλεονάζει δὲ ἐν αὐταῖς ὁ Θουκυδίδης καὶ ὁ DΠλάτων καὶ οἱ ποιηταί, οἷον παρὰ μὲν Ὁμήρῳ βίη Ἡραἀκλείῃ, ἀντὶ τοῦ Ἡρακλέος, καὶ ἱερὴ ἲς Τηλεμάάχοιο, ἀντὶ τοῦ Τηλέμαχος· παρὰ δὲ Πλάτωνι, ὦ παῖ Κλεινίου, ἀντὶ τοῦ Ἀλκιβιάδη· παρὰ δὲ Θουκυδίδῃ, καὶ οἱ μὲν ὕπνον ᾑροῦντο, ἀντὶ τοῦ ἐκάθευδον· παρὰ δὲ Ἡροδότῳ, ἐνέσκηψεν ἡ θεὸς θήλειαν νόσον, ἀντὶ τοῦ ἐποίησεν ἀνδρογύνους ἢ κατεαγότας. Συζυγία δ᾽ ἔστιν ὅταν δύο προθέσεις ἀντικείμεναι ἀλλήλαις ἑκατέρα τὸ προσῆκον ἐπενέγκῃ, οἷον ὁ δῆμος ὁ τῶν Ὠρειτῶν ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τούς δ᾽ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δ᾽ ἐπιτήδειον ταῦτα παθεῖν ἔφασαν. καὶ πάλιν, τὸ τοίνυν ψήφισμα τουτί, τῷ μὲν ἡγουμένῳ τῶν Κερσοβλέπτου πραγμάτων ἀσφάἁλείαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος μή τινα αἰτίαν σχῶσι παριστάν, τοὺς μὲν ἀσθενεῖς, τὸν δὲ ἰσχυρὸν καθίστησιν. οὐ γὰρ ἑκάτερον κατέλυσε καθ᾽ αὑτό, ἀλλὰ δι᾽ ἀμφοτέρων ὁ λόγος κεχώρηκε. κάλλος δὲ τὸ σχῆμα ἐργάζεται.