<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="31"><p rend="indent">Ἐπιμονὴ δέ ἐστιν ὅταν τις πλείω ῥήματα ὀρθὰ ἀλλήλοις ἐπιβάλλῃ, ὡς ἐν τῷ ὑπὲρ Φορμίωνος πρὸς τὸν Ἀπολλόδωρον, <quote rend="expand">ἄγεις, ἐλαύνεις, διώκεις, συκοφαντεῖς.</quote> δείνωσιν τὸ σχῆμα ἔχει. καὶ τὸ παρʼ Αἰσχίνῃ, <quote rend="expand">ψῆφον αἰτεῖ, ὅρκον αἰτεῖ, νόμον αἰτεῖ, δημοκρατίαν αἰτεῖ.</quote></p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent">Τὸ δ᾽ ὑπερβατὸν διχῶς γίνεται, κατὰ παρένθεσιν ἢ κατὰ ἀναστροφήν. καὶ κατὰ ἀναστροφὴν μέν, οἷον <quote rend="expand">τὴν τοῦ διαπράξασθαι ταῦτα, ἃ μηδεὶς πώποτε ἄλλος βασιλεύς Μακεδόνων, δόξαν ἀντὶ τοῦ ζῇν καλῶς ᾑρημένος.</quote> ἔστι γὰρ <quote rend="expand">τὴν δόξαν τοῦ διαπράξασθαι</quote> κατὰ παρένθεσιν δέ, <quote rend="expand">ἀλλ᾽ ἐπὶ τοῦ Δεκελικοῦ πολέμου (ἓν γάρ, ὃ πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε, μὴ ὑπομνησθῶ) πολλῶν καὶ δεινῶν συμβάντων.</quote> ἰσχύν δὲ ἔχει καὶ κάλλος ἐργάζεται τὸ σχῆμα.</p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent">Παρίσωσις δὲ γίνεται μὲν καὶ κατὰ τὴν ἀρχήν, οἷον <quote rend="expand">ὅτε τοίνυν τοῦθ᾽ οὕτως ἔχει, προσήκει προθύμως,</quote> καὶ κατὰ τὸ τέλος, <quote rend="expand">ἐθέλειν ἀκούειν.</quote> κάλλος δὲ τὸ σχῆμα ἐργάζεται, ἐάν τις αὐτῷ ἀνεπαχθῶς χρῆται. τῶν δὲ παρισώσεων τὸ μέν <del>τι</del> ἐστὶν ὁμοιόπτωτον, τὸ δὲ ὁμοιοτέλευτον. καὶ ὁμοιοτέλευτον μέν, οἷον τὸ Ἰσοκράτειον, <del>οἷον</del> <quote rend="expand">καὶ τοῦ μὲν ἐπίπονον καὶ ἐπικίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περί <pb facs="219219004_0117"/> βλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν.</quote> τὸ γὰρ <quote rend="expand">ἐποίησε</quote> καὶ <quote rend="expand">κατέστησεν</quote> ἰσοσύλλαβόν ἐστι καὶ ὅμοιον τῷ τόνῳ· καὶ τὸ παρ᾽ Αἰσχίνῃ, <quote rend="expand">καὶ οὐ τὸ δυστύχημα ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω.</quote> ἐν γὰρ τούτοις μόνοις ὁμοία ἡ τελευτὴ γέγονεν. ὅταν δὲ εἰς ὄνομα λήγωσιν αἱ περίοδοι ἢ τὰ κῶλα, τὰ δ᾽ ὀνόματα ἔχῃ τὰς πτώσεις ὁμοίας, τότε ὁμοιόπτωτον λέγεται, οἷον τὸ Ἰσοκράτειον, <quote rend="expand">ἴσως ὑπὸ μὲν Ἀθηναίων καὶ Λακεδαιμονίων στρατηγουμένης, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀθροιζομένης, ἐπὶ δὲ τὴν τῶν βαρβάρων πονηρίαν πορευομένης.</quote></p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">Πλεονασμὸς δέ ἐστι· <quote rend="expand">τί δεῖ πράττειν καὶ ποιεῖν τὴν πόλιν;</quote> ἐνέργειαν τὸ σχῆμα ἔχει ἐν τῷ πυσματικῷ τιθεμένην. συνωνυμίαν ὀνομάζει τὸ σχῆμα Καικίλιος ὅταν κατὰ τοῦ αὐτοῦ πράγματος ἢ κατὰ τοῦ προκειμένου δύο λέξεις γενηθῶσι· τοῦτο δὲ πλεονασμὸν ὀνομάζει Ἀψίνης, <quote rend="expand">τότε δὴ καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον·</quote> θάτερον γὰρ τούτων εἰπεῖν ἐξήρκει. καὶ ὁ Δημοσθένης, <quote rend="expand">ἐφοβήθης ἄν . . . . αν οὐδεὶς ἥψατο.</quote> καὶ πάλιν ἐν τοῖς Φιλιππικοῖς, <quote rend="expand">καὶ γινώσκεται μὲν ὑπὸ τῶν Κορινθίων καὶ παρ᾽ Ὀλυνθίοις πρότερον, οὐκ ἀγνοεῖται ὑπὸ Θετταλῶν.</quote> κατὰ γὰρ τοῦ αὐτοῦ πράγματος τὰ αὐτὰ σημαινόμενα τέθειται.</p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent">Περίφρασις δ᾽ ἔστιν ὅταν τῆς ἁπλῆς καὶ εὐθείας γινομένης ἑρμηνείας εὐτελοῦς οὔσης, μεταβαλόντες κόσμου ἕνεκα ἢ πάθους ἢ μεγαλοπρεπείας ἄλλοις ὀνόμασι καὶ πλείοσι τῶν κυρίων καὶ ἀναγκαίων τὸ πρᾶγμα ἑρμηνεύσωμεν, οἷόν ἐστι τὸ Δημοσθενικόν, <quote rend="expand">ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς τῇ Μειδίου.</quote> τὸ γὰρ ἁπλοῦν ἦν  <pb facs="219219004_0118"/> ἠτίμωται ὑπὸ Μειδίου, τὸ δὲ <quote rend="expand">τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως</quote> παρείληπται πάθους ἕνεκα καὶ ἀξιώματος. ταῖς δὲ περιφράσεσι σπανίως χρῶνται οἱ πολιτικοί, πλεονάζει δὲ ἐν αὐταῖς ὁ Θουκυδίδης καὶ ὁ DΠλάτων καὶ οἱ ποιηταί, οἷον παρὰ μὲν Ὁμήρῳ <quote rend="expand">βίη Ἡραἀκλείῃ,</quote> ἀντὶ τοῦ Ἡρακλέος, καὶ <quote rend="expand">ἱερὴ ἲς Τηλεμάάχοιο,</quote> ἀντὶ τοῦ Τηλέμαχος· παρὰ δὲ Πλάτωνι, <quote rend="expand">ὦ παῖ Κλεινίου,</quote> ἀντὶ τοῦ Ἀλκιβιάδη· παρὰ δὲ Θουκυδίδῃ, <quote rend="expand">καὶ οἱ μὲν ὕπνον ᾑροῦντο,</quote> ἀντὶ τοῦ ἐκάθευδον· παρὰ δὲ Ἡροδότῳ, <quote rend="expand">ἐνέσκηψεν ἡ θεὸς θήλειαν νόσον,</quote> ἀντὶ τοῦ ἐποίησεν ἀνδρογύνους ἢ κατεαγότας.</p></div></div></body></text></TEI>