Ἐπιμονὴ δέ ἐστιν ὅταν τις πλείω ῥήματα ὀρθὰ ἀλλήλοις ἐπιβάλλῃ, ὡς ἐν τῷ ὑπὲρ Φορμίωνος πρὸς τὸν Ἀπολλόδωρον, ἄγεις, ἐλαύνεις, διώκεις, συκοφαντεῖς. δείνωσιν τὸ σχῆμα ἔχει. καὶ τὸ παρʼ Αἰσχίνῃ, ψῆφον αἰτεῖ, ὅρκον αἰτεῖ, νόμον αἰτεῖ, δημοκρατίαν αἰτεῖ. Τὸ δ᾽ ὑπερβατὸν διχῶς γίνεται, κατὰ παρένθεσιν ἢ κατὰ ἀναστροφήν. καὶ κατὰ ἀναστροφὴν μέν, οἷον τὴν τοῦ διαπράξασθαι ταῦτα, ἃ μηδεὶς πώποτε ἄλλος βασιλεύς Μακεδόνων, δόξαν ἀντὶ τοῦ ζῇν καλῶς ᾑρημένος. ἔστι γὰρ τὴν δόξαν τοῦ διαπράξασθαι κατὰ παρένθεσιν δέ, ἀλλ᾽ ἐπὶ τοῦ Δεκελικοῦ πολέμου (ἓν γάρ, ὃ πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε, μὴ ὑπομνησθῶ) πολλῶν καὶ δεινῶν συμβάντων. ἰσχύν δὲ ἔχει καὶ κάλλος ἐργάζεται τὸ σχῆμα. Παρίσωσις δὲ γίνεται μὲν καὶ κατὰ τὴν ἀρχήν, οἷον ὅτε τοίνυν τοῦθ᾽ οὕτως ἔχει, προσήκει προθύμως, καὶ κατὰ τὸ τέλος, ἐθέλειν ἀκούειν. κάλλος δὲ τὸ σχῆμα ἐργάζεται, ἐάν τις αὐτῷ ἀνεπαχθῶς χρῆται. τῶν δὲ παρισώσεων τὸ μέν τι ἐστὶν ὁμοιόπτωτον, τὸ δὲ ὁμοιοτέλευτον. καὶ ὁμοιοτέλευτον μέν, οἷον τὸ Ἰσοκράτειον, οἷον καὶ τοῦ μὲν ἐπίπονον καὶ ἐπικίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περί βλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν. τὸ γὰρ ἐποίησε καὶ κατέστησεν ἰσοσύλλαβόν ἐστι καὶ ὅμοιον τῷ τόνῳ· καὶ τὸ παρ᾽ Αἰσχίνῃ, καὶ οὐ τὸ δυστύχημα ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω. ἐν γὰρ τούτοις μόνοις ὁμοία ἡ τελευτὴ γέγονεν. ὅταν δὲ εἰς ὄνομα λήγωσιν αἱ περίοδοι ἢ τὰ κῶλα, τὰ δ᾽ ὀνόματα ἔχῃ τὰς πτώσεις ὁμοίας, τότε ὁμοιόπτωτον λέγεται, οἷον τὸ Ἰσοκράτειον, ἴσως ὑπὸ μὲν Ἀθηναίων καὶ Λακεδαιμονίων στρατηγουμένης, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀθροιζομένης, ἐπὶ δὲ τὴν τῶν βαρβάρων πονηρίαν πορευομένης. Πλεονασμὸς δέ ἐστι· τί δεῖ πράττειν καὶ ποιεῖν τὴν πόλιν; ἐνέργειαν τὸ σχῆμα ἔχει ἐν τῷ πυσματικῷ τιθεμένην. συνωνυμίαν ὀνομάζει τὸ σχῆμα Καικίλιος ὅταν κατὰ τοῦ αὐτοῦ πράγματος ἢ κατὰ τοῦ προκειμένου δύο λέξεις γενηθῶσι· τοῦτο δὲ πλεονασμὸν ὀνομάζει Ἀψίνης, τότε δὴ καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον· θάτερον γὰρ τούτων εἰπεῖν ἐξήρκει. καὶ ὁ Δημοσθένης, ἐφοβήθης ἄν . . . . αν οὐδεὶς ἥψατο. καὶ πάλιν ἐν τοῖς Φιλιππικοῖς, καὶ γινώσκεται μὲν ὑπὸ τῶν Κορινθίων καὶ παρ᾽ Ὀλυνθίοις πρότερον, οὐκ ἀγνοεῖται ὑπὸ Θετταλῶν. κατὰ γὰρ τοῦ αὐτοῦ πράγματος τὰ αὐτὰ σημαινόμενα τέθειται. Περίφρασις δ᾽ ἔστιν ὅταν τῆς ἁπλῆς καὶ εὐθείας γινομένης ἑρμηνείας εὐτελοῦς οὔσης, μεταβαλόντες κόσμου ἕνεκα ἢ πάθους ἢ μεγαλοπρεπείας ἄλλοις ὀνόμασι καὶ πλείοσι τῶν κυρίων καὶ ἀναγκαίων τὸ πρᾶγμα ἑρμηνεύσωμεν, οἷόν ἐστι τὸ Δημοσθενικόν, ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς τῇ Μειδίου. τὸ γὰρ ἁπλοῦν ἦν ἠτίμωται ὑπὸ Μειδίου, τὸ δὲ τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως παρείληπται πάθους ἕνεκα καὶ ἀξιώματος. ταῖς δὲ περιφράσεσι σπανίως χρῶνται οἱ πολιτικοί, πλεονάζει δὲ ἐν αὐταῖς ὁ Θουκυδίδης καὶ ὁ DΠλάτων καὶ οἱ ποιηταί, οἷον παρὰ μὲν Ὁμήρῳ βίη Ἡραἀκλείῃ, ἀντὶ τοῦ Ἡρακλέος, καὶ ἱερὴ ἲς Τηλεμάάχοιο, ἀντὶ τοῦ Τηλέμαχος· παρὰ δὲ Πλάτωνι, ὦ παῖ Κλεινίου, ἀντὶ τοῦ Ἀλκιβιάδη· παρὰ δὲ Θουκυδίδῃ, καὶ οἱ μὲν ὕπνον ᾑροῦντο, ἀντὶ τοῦ ἐκάθευδον· παρὰ δὲ Ἡροδότῳ, ἐνέσκηψεν ἡ θεὸς θήλειαν νόσον, ἀντὶ τοῦ ἐποίησεν ἀνδρογύνους ἢ κατεαγότας.