Κλῖμαξ δέ ἐστιν ὅταν, εἰς πολλὰ κῶλα ἑνὸς ἐνθυμήματος διαιρουμένου, ἕκαστον κῶλον ἄρχηται ἀπὸ τοῦ ἐν τῷ προηγουμένῳ κώλῳ τελευταίου. μετενήνεκται δὲ τὸ ὄνομα ἀπὸ τῶν ἀναβαινόντων τὰς κλίμακας· ὥσπερ γὰρ ἐκείνοις τὰ τελευταῖα πρῶτα γίνεται κατὰ τὴν τῶν ποδῶν μετάθεσιν, οὕτω καὶ ἐν τῷ σχήματι τούτῳ τὰ τῶν πρώτων κώλων τελευταῖα τῶν ἐπιφερομένων ἀρχὴ γίνεται. σαφέστερον δ᾽ ἔσται τοῖς παραδείγμασιν· οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδ᾽ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους. καὶ τὸ Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι, αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ Ἀργειφόντῃ, Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ, αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ᾽ Ἀτρέϊ ποιμένι λαῶν, Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ, αὐτὰρ ὁ αὖτε Θυέστ᾽ Ἀγαμέμνονι λεῖπε φορῆναι. τινὲς δὲ νομίζουσι τοῦτο τὸ σχῆμα τὸ αὐτὸ εἶναι τῇ ἀναδιπλώσει, ἠγνοήκασι δὲ ὅτι ἡ μὲν ἀναδίπλωσις ἐν δύο κώλοις γίνεται, ἡ δὲ κλῖμαξ ἐν πολλοῖς, καὶ ὅτι πλήθους ἔμφασιν ἐργάζεται. Ἐπαναφορὰ δέ ἐστιν ὅταν δύο καὶ πλειόνων κώλων κόμματα ἀπὸ τῆς αὐτῆς λέξεως ἄρχηται, οἷον ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοις, καὶ πάλιν, μέχρι τούτου Τιμόλαος, ἕως ἀπώλεσε Θήβας· μέχρι τούτου Εὔδικος καὶ Σιμὸς οἱ Λαρισσαῖοι. ἐνέργειαν τὸ σχῆμα καὶ λαμπρότητα ἐργάζεται. κἀκεῖνο ἐπαναφορά, τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις; καὶ πάλιν, τίς οὖν ὁ ταῦτα συγκατασκευάσας αὐτῷ; τίς ὁ τὰς προφάσεις ταύτας δούς; καὶ ὁ Πλάτων ἐν Νόμοις, ὅταν σοί τι προσπίπτῃ τῶν τοιούτων πρᾶγμα, ἴθι ἐπὶ τὰς ἀποδιαπομπήσεις, ἴθι ἐπὶ ἀποτροπαίων ἱερὰ θεῶν ἱκέτης, ἴθι ἐπὶ τὰς τῶν λεγομένων ὑμῖν ἀνδρῶν συνουσίας. καὶ παρὰ τῷ ποιητῇ, ἐν δ᾽ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ᾽ ὀλοὸν Κήρ. ἔστι δ᾽ ὅτε διὰ μακροτέρων ἐπαναφέρεται τὸ αὐτὸ μόριον, οἷον ἡ γὰρ ἐμὴ πολιτεία, ἧς οὗτος κατηγορεῖ, ἀντὶ μὲν τοῦ Θηβαίους μετὰ Φιλίππου εἰς τὴν Ἀττικὴν συνεμβαλεῖν, ὃ πάντες ᾤοντο, μεθ᾽ ἡμῶν παραταξαμένους κωλύειν ἐκεῖνον ἐποίησεν· ἀντὶ δὲ τοῦ ἐν τῇ Ἀττικῇ γενέσθαι τὸν πόλεμον, ἑπτακόσια στάδια ἐπὶ τοῖς τῶν Βοιωτῶν ὁρίοις γενέσθαι· ἀντὶ δὲ τοῦ τοὺς λῃστὰς ἄγειν ἡμᾶς ἐπὶ τῆς Εὐβοίας, ἐν εἰρήνῃ τὴν Ἀττικὴν ἐκ τῆς θαλάττης εἶναι πάντα τὸν πόλεμον· ἀντὶ δὲ τοῦ τὸν Ἑλλήσποντον ψΦίλιππον ἔχειν, λαβόντα τὸ Βυζάντιον, τοὺς Βυζαντίους πολεμεῖν μεθ᾽ ἡμῶν πρὸς ἐκείνους ἐποίησε. καὶ τοῦτο δὲ εἶδος ἐπαναφορᾶς, καὶ μὴν ὅτι πολλὰ μὲν ἂν ἔδωκε χρήματα ψιλιστείδης, ὥστε ἔχειν Ὠρεόν, πολλὰ Κλείταρχος, ὥστε ἔχειν Ἐρετρίαν, πολλὰ δὲ Φίλιππος, ὥστε εἶναι ἐφ᾽ ὑμᾶς αὐτῷ. καὶ τοῦτο πάλιν ἐπαναφορά, ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐγραμμάτευες, ἐγὼ δὲ ἐκκλησίαζον. Ἀντιστροφὴ δέ ἐστι τὸ ἀντικείμενον τῇ ἀναφορᾷ, ὅταν εἰς τὴν αὐτὴν λέξιν τὰ κῶλα ἀπαντᾷ. πράττεταί τι τῶν μὲν ὑμῖν συμφέρειν δοκούντων; ἄφωνος Αἰσχίνης. ἀντέκρουσέ τι καὶ γέγονεν οἷον οὐκ ἔδει; πάρεστιν Αἰσχίνης. ὥσπερ τὰ ῥήγματα καὶ τὰ χάσματα . . . ἐνέργειαν ἅμα καὶ * σχῆμα ἐργάζεται.