<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="25"><p rend="indent">Ἀναστροφὴ δέ ἐστι τὸ αὐτὸ καὶ ἐπαναδίπλωσις, ὅταν, ἔνθα πέπαυται τὸ πρῶτον κῶλον, ἐκεῖθεν ἄρχηται τὸ δεύτερον, οἷον <quote rend="expand">οὐ γὰρ δὴ Κτησιφῶντα μὲν δύναται διώκειν δι᾽ ἐμέ, ἐμὲ δέ, εἴπερ ἐξελέγχειν ἐνόμιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο. καὶ πάλιν, δῆλον γὰρ ὡς προκεχειρισμένων καὶ ἑτοίμων ὄντων τῶν ἀγαθῶν, ἐμέλλομεν ὑπ᾽ ἐκείνου, τῆς εἰρήνης γινομένης· γινομένης δὲ τῆς εἰρήνης . . . .</quote> κάλλος τὸ σχῆμα ἐργάζεται. ἀναστροφὴ δὲ ἄλλη ἐστίν, ὅταν τὰ ὀνόματα μετὰ τῶν ὀνομάτων αὐτὰ ἀναστρέφηται. <quote rend="expand">οὐ γὰρ Αἰσχίνης διὰ τὴν εἰρήνην κρίνεται, οὔ· ἀλλ᾽ ἡ εἰρήνη δι᾽ Αἰσχίνην διαβέβληται.</quote> καὶ πάλιν, <quote rend="expand">ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι</quote> * * πάντα γὰρ εἰς ταὐτὰ ἀναστρέφεται.</p></div><div type="textpart" subtype="section" n="26"><p rend="indent">Ἐπανάληψις δέ ἐστιν ὅταν τὸ αὐτὸ ὄνομα δὶς ἐν τῷ αὐτῷ κώλῳ ᾖ, ἢ τῇ αὐτῇ περιόδῳ κατὰ τοῦ αὐτοῦ σημείου τεταγμένον, οἷον <quote rend="expand">οὐ μόνον κρίνετε τούτους τήμερον, οὔ.</quote> καὶ πάλιν, <quote rend="expand">καίτοι φιλίαν καὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ  <pb facs="219219004_0113"/> που λέγων, ὁ τὴν Ἀλεξάνδρου ξενίαν ὀνειδίζων ἐμοί. ἐγώ σοι φιλίαν Ἀλεξάνδρου; οὔτε Φιλίππου ξένον, οὔτε Ἀλεξάνδρου φίλον εἴποιμ᾽ ἂν ἐγώ σε.</quote> ἐνέργειαν τὸ σχῆμα ἐργάζεται, τὴν μέντοι ἐπανάληψιν παλιλλογίαν Καικίλιος ὀνομάζει, οἷον <quote rend="expand">μιαρόν, μιαρὸν τὸ θηρίον</quote> καὶ <quote rend="expand">πονηρόν, πονηρὸν ὁ συκοφάντης,</quote> καὶ <quote rend="expand">ὦ τέκνα, τέκνα,</quote> καὶ <quote rend="expand">ὦ γάμοι, γάμοι.</quote> καὶ ὁ Δημοσθένης, <quote rend="expand">ἀλλ᾽ οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετε, τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον ἀράμενοι.</quote> οἱ μὲν οὖν πολιτικοὶ κατ᾽ ἀρχὰς χρῶνται ταῖς ἀναλήψεσι καὶ τῇ παλιλλογίᾳ, Ὅμηρος δὲ καὶ ἐπὶ τέλει ἐχρήσατο εἰπών, 
<lb/><quote rend="blockquote">τοῦ δ᾽ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, 
<lb/>εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ᾽ αἴθωνι σιδήρῳ.</quote> 
<lb/>ἐπήνεγκε γὰρ τοῦτο.</p></div><div type="textpart" subtype="section" n="27"><p rend="indent">Παρονομασία δ᾽ ἔστιν ὅταν, προειρημένου τοῦ κυρίου, παρονομάσῃ τις αὐτοῦ τὴν μεταφοράν, οἷον <quote rend="expand">ἂν δ᾽ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν,</quote> καὶ πάλιν, <quote rend="expand">εἰ μὴ τοὺς τὰ μηχανήματα ἐπιστήσοντας εἰρήνην ἄγειν φήσετε,</quote> εἶτα ἐπήγαγεν, <quote rend="expand">εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα.</quote> τοῦτο μὲν οὖν τὸ σχῆμα τῆς ὀνομασίας βαρύτερόν τε καὶ λαμπρότερόν ἐστι, τὸ δ᾽ ἄλλο εἶδος χαριέστερον, ὃ παρὰ γράμμα γίνεται, ὡς ἐκεῖνο τὸ ἐπὶ τοῦ Διοπείθους, <quote rend="expand">μέλλει πολιορκεῖν, τούς Ἕλληνας ἐκδίδωσι· μέλει γάρ τινι τούτων τῶν τὴν Ἀσίαν οἰκούντων, Ἑλλήνων λέγω.</quote> κἀκεῖνο δὲ παρονομασία τὸ παρὰ τῷ Θυκυδίδῃ, <quote rend="expand">ἀλλ᾽ ἢ τούτους μεταπέμπειν δέον, ἢ ἄλλην μὴ ἐλάττω στρατιὰν ἐπιπέμπειν,</quote> καὶ πάλιν, <quote rend="expand">τί ἄλλο ἐβούλευσαν <pb facs="219219004_0114"/> οὗτοι, καὶ οὐκ ἀπέστησαν;</quote> καὶ παρὰ Δημοσθένει, <quote rend="expand">σύλλογοι καὶ λόγοι παντοδαποί,</quote> καὶ πάλιν, <quote rend="expand">πρῶτον μὲν Ἀμφίπολιν, πόλιν ὑμετέραν.</quote> δοκεῖ δὲ τοῦτο τὸ τῆς παρονομασίας κάλλος ἐργάζεσθαι.</p></div></div></body></text></TEI>