ΠΕΡΙ ΟΡΚΟΥ. Φαίη δ᾽ ἄν τις καὶ τὸ ὅρκου σχῆμα εἶναι παρ᾽ αὐτῷ. τὸ γὰρ οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους, καὶ τοὺς ἐπ᾽ Ἀρτεμισίῳ ναυμαχήσαντας, καὶ . . . ὅρκος ἐστί. τινὲς δέ φασι τοῦτο παράδειγμα εἶναι· οὐ γὰρ ἡμάρτετε φησὶν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι, ὥσπερ οὐδὲ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες· καὶ γάρ ἐστιν ὅμοιον τῷ ὑπὲρ ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἄρασθαι τὸ ἐν Μαραθῶνι προκινδυνεῦσαι. τὸ μὲν οὖν πρᾶγμα παράδειγμα ἐποίησεν, ἀντὶ δὲ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισεν, πρός τε τὸ λαμπρὸν ἅμα καὶ τὸ ἀξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβάλλων. Τοσαῦτα μὲν τὰ τῆς διανοίας σχήματα παρὰ Δημοσθένει κατενοήσαμεν, τὰ δὲ τῆς λέξεως ἐκ παραλλήλου, καὶ ταῦτα καταμάθωμεν προειπόντες ᾗ διαφέρουσιν ἀλλήλων. τούτῳ δὴ μάλιστα φαίη τις ἂν αὐτὰ διενηνοχέναι, τῷ τὰ μὲν τῆς διανοίας σχήματα, κἂν ὑπαλλάξῃ τις αὐτὰ τοῖς ῥήμασιν, ὁμοίως μένειν, τὰ δὲ τῆς λέξεως σχήματα οὐχ οἷόν τε εἶναι φυλάττεσθαι ὑπαλλαττομένης τῆς λέξεως. ἔστι δὲ ταῦτα, ἀλληγορία, μετάθεσις, ἀναστροφή, ἄλλη ἀναστροφή, ἐπανάληψις, παρονομασία, κλῖμαξ, ἐπαναφορά, ἀντιστροφή, ὑπερβατόν, καρίσωσις, πλεονασμός, περίφρασις, συζυγία, ἀπὸ κοινοῦ, μεταβολή, ὑποφορά, ἀσύνδετον, ἀντίθετον, ἔλλειψις, διατύπωσις, διασυρμός, ἐπάνοδος, ἀφαίρεσις, ἀλλοίωσις, καὶ παρεμβολή. Ἀλληγορία μὲν οὖν ἐστὶν ὅταν τῶν κυρίων τι ἑρμηνεύῃ τις ἐν μεταφοραῖς τὸ κύριον σημαίνειν δυναμέναις· πλεῖστον δὲ καὶ ἐναργέστατον παρ᾽ αὐτῷ τὸ σχῆμα ἐπὶ τοῦ Μειδίου, τὸ γὰρ ἐπ᾽ ἐξουσίαις καὶ πλούτῳ εἶναι πονηρόν, τεῖχός ἐστι πρὸς τὸ μηδὲν ἐξ ἐπιδρομῆς παθεῖν· ἐπεὶ περιαιρεθείς γε οὗτος τὰ ὄντα οὐδενός ἐστιν ἄξιος, νῦν δ᾽ οἶμαι τοῦτο προβέβληται. πάσας γὰρ ἐνταῦθα αἱρῆσαι τὰς τοῦ τείχους εἰκόνας.