<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="19"><head rend="center">ΠΕΡΙ ΤΟΥ ΔΙΑΛΕΚΤΙΚΟΥ.</head><p rend="indent">Διαλεκτικὸν δέ ἐστιν, ὃ μάλιστα ποιεῖ Δημοσθένης, ὅταν μὴ ἁπλῶς διεξίῃ τὸν λόγον, ἀλλὰ πρὸς πεῦσιν καὶ ἀπόκρισιν συλλογίζηται ἃ βούλεται, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἠδύνατο μὲν εἰπεῖν, οὗτος ὑπὲρ ὑμῶν τὰς εἰσπράξεις οὐχ ὑπέστη, ὃς πολλοὺς πολλάκις μεῖζον τὴν πόλιν ἀδικήσαντας οὐκ ἔκρινεν, ὁ δὲ τῷ διαλεκτικῷ συνελογίσατο τρόπῳ· <quote rend="expand">πότεροι γάρ φησιν * * οἱ τὰ τῆς πόλεως κλέπτοντες ἢ οἱ τὰ ἑαυτῶν εἰσενεγκεῖν μὴ δυνάμενοι; φαίης ἂν ἐκείνους. τί ποτ᾽ οὖν ὄντων ἐτῶν πλειόνων ἢ λʹ ἐν οἷς πολλοὶ παρὰ τούτοις ἐπικέκρινται, οὐδενὸς τῶν πώποτε ἐξητάσθης κατήγορος; ὅτι ἐκείνοις μὲν συνηδίκεις, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφῃροῦ.</quote> καὶ ἐν τῷ πρὸς Λεπτίνην, <quote rend="expand">ὀμωμόκατε γνώμῃ δικάσειν τῇ δικαιοτάτῃ. τὸ τοίνυν τῆς γνώἔῆς εἰς ἅπαντα ἀνενέγκατε τὸν νόμον. ἆρα ὑμῖν δίκαιον εἶναι δοκεῖ τοὺς εὐεργέτας τιμᾶν <pb facs="219219004_0110"/> τὰ δίκαια; τί δέ; ὁπόσα ἂν λάβῃ τις, δίκαιον ἔχειν; δίκαιον. ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵνα εὐορκῆτε.</quote> ἃ γὰρ ἐνῆν ἁπλῶς εἰπεῖν, ταῦτα πυνθανόμενόν τινα καὶ ἀποκρινόμενον ποιῶν μᾶλλον συνήγαγεν.</p></div><div type="textpart" subtype="section" n="20"><head rend="center">ΠΕΡΙ ΤΟΠΟΥ ΕΜΒΟΛΗΣ ΕΞ ΟΝΟΜΑΤΟΣ.</head><p rend="indent">Τόπου δὲ ἐμβολὴ ἐξ ὀνόματός ἐστιν, ὅταν ὄνομα ὑποθεὶς ἐξ αὐτοῦ εἰσάγῃ τὸν τόπον, ὃ πλεῖστον παρ᾽ αὐτῷ καὶ κάλλιστον. προθεὶς γὰρ τοῦτο, <quote rend="expand">οὐδὲ θαυμάζω τοῦτ᾽ ἐγώ, * * εἰ μηδὲν ποιοῦντες ἡμεῖς τοῦ πάντα ποιοῦντος ἃ δεῖ περιῆμεν,</quote> ἀπὸ τοῦ ῥήματος τόπον ἐποίησεν, <quote rend="expand">ἀλλ᾽ ἐκεῖνο θαυμ μάζω, εἰ Λακεδαιμονίοις ποτὲ ὑπὲρ τῶν Ἐλ.ληνικῶν δικαίων ἀντήρατε.</quote> καὶ πάλιν προθείς, <quote rend="expand">τὸν δὲ τειχισμὸν τοῦτον, ὃν σύ μοι διέσυρ ρες, καὶ τὴν ταφρείαν ἀξίαν μὲν χάριτος καὶ ἐπαίνων κρίνω· πῶς γὰρ οὔ;</quote> εἶτα ἐκ τοῦ κατὰ τὸν τειχισμὸν ὀνόματος ἐπήνεγκεν, <quote rend="expand">οὐ λίθοις ἐτείχισα τὴν πόλιν, οὐδὲ πλίνθοις ἐγώ, οὐδ᾽ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλ᾽ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις.</quote></p></div><div type="textpart" subtype="section" n="21"><head rend="center">ΠΕΡΙ ΤΟΥ ΚΑΘΟΛΟΥ.</head><p rend="indent">Καθόλου δέ ἐστιν, ὅταν μὴ ἐπὶ τοῦ προκειμένου εἴπῃ τὸ νόημα ὃ βούλεται, ἀλλ᾽ εἰς τὸ καθόλου ἀνενεγκών, οἷον οὐχ αὑτῷ τοὺς δικαστὰς ᾐτήσατο ἐφεῖναι τάξιν ᾗ βούλεται χρήσασθαι, ἀλλὰ τὸ τοῦ ὅρκου φησί, καὶ τοῦτό ἐστι δίκαιον, <quote rend="expand">τὸ τῇ τάξει καὶ ἀπολογίᾳ ὡς βεβούληται τῶν ἀγωνιζομένων ἕκαστος, ο οὕτως ἐᾶσαι χρῆσθαι.</quote> οὐ γὰρ ἴδιον πλεονέκτημα <pb facs="219219004_0111"/>  ᾔτησεν, ἀλλ᾽ ἐβεβαίωσε κοινὸν δικαίωμα, καὶ ἔστιν ἐν τῷ σχήματι τούτῳ πολλάκις τὴν χρείαν τοῦ νοήματος τηροῦντα τὸ προσκροῦον φυλάττεσθαι.</p></div></div></body></text></TEI>