ΠΕΡΙ ΤΟΥ ΔΙΑΛΕΚΤΙΚΟΥ. Διαλεκτικὸν δέ ἐστιν, ὃ μάλιστα ποιεῖ Δημοσθένης, ὅταν μὴ ἁπλῶς διεξίῃ τὸν λόγον, ἀλλὰ πρὸς πεῦσιν καὶ ἀπόκρισιν συλλογίζηται ἃ βούλεται, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἠδύνατο μὲν εἰπεῖν, οὗτος ὑπὲρ ὑμῶν τὰς εἰσπράξεις οὐχ ὑπέστη, ὃς πολλοὺς πολλάκις μεῖζον τὴν πόλιν ἀδικήσαντας οὐκ ἔκρινεν, ὁ δὲ τῷ διαλεκτικῷ συνελογίσατο τρόπῳ· πότεροι γάρ φησιν * * οἱ τὰ τῆς πόλεως κλέπτοντες ἢ οἱ τὰ ἑαυτῶν εἰσενεγκεῖν μὴ δυνάμενοι; φαίης ἂν ἐκείνους. τί ποτ᾽ οὖν ὄντων ἐτῶν πλειόνων ἢ λʹ ἐν οἷς πολλοὶ παρὰ τούτοις ἐπικέκρινται, οὐδενὸς τῶν πώποτε ἐξητάσθης κατήγορος; ὅτι ἐκείνοις μὲν συνηδίκεις, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφῃροῦ. καὶ ἐν τῷ πρὸς Λεπτίνην, ὀμωμόκατε γνώμῃ δικάσειν τῇ δικαιοτάτῃ. τὸ τοίνυν τῆς γνώἔῆς εἰς ἅπαντα ἀνενέγκατε τὸν νόμον. ἆρα ὑμῖν δίκαιον εἶναι δοκεῖ τοὺς εὐεργέτας τιμᾶν τὰ δίκαια; τί δέ; ὁπόσα ἂν λάβῃ τις, δίκαιον ἔχειν; δίκαιον. ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵνα εὐορκῆτε. ἃ γὰρ ἐνῆν ἁπλῶς εἰπεῖν, ταῦτα πυνθανόμενόν τινα καὶ ἀποκρινόμενον ποιῶν μᾶλλον συνήγαγεν. ΠΕΡΙ ΤΟΠΟΥ ΕΜΒΟΛΗΣ ΕΞ ΟΝΟΜΑΤΟΣ. Τόπου δὲ ἐμβολὴ ἐξ ὀνόματός ἐστιν, ὅταν ὄνομα ὑποθεὶς ἐξ αὐτοῦ εἰσάγῃ τὸν τόπον, ὃ πλεῖστον παρ᾽ αὐτῷ καὶ κάλλιστον. προθεὶς γὰρ τοῦτο, οὐδὲ θαυμάζω τοῦτ᾽ ἐγώ, * * εἰ μηδὲν ποιοῦντες ἡμεῖς τοῦ πάντα ποιοῦντος ἃ δεῖ περιῆμεν, ἀπὸ τοῦ ῥήματος τόπον ἐποίησεν, ἀλλ᾽ ἐκεῖνο θαυμ μάζω, εἰ Λακεδαιμονίοις ποτὲ ὑπὲρ τῶν Ἐλ.ληνικῶν δικαίων ἀντήρατε. καὶ πάλιν προθείς, τὸν δὲ τειχισμὸν τοῦτον, ὃν σύ μοι διέσυρ ρες, καὶ τὴν ταφρείαν ἀξίαν μὲν χάριτος καὶ ἐπαίνων κρίνω· πῶς γὰρ οὔ; εἶτα ἐκ τοῦ κατὰ τὸν τειχισμὸν ὀνόματος ἐπήνεγκεν, οὐ λίθοις ἐτείχισα τὴν πόλιν, οὐδὲ πλίνθοις ἐγώ, οὐδ᾽ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλ᾽ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις. ΠΕΡΙ ΤΟΥ ΚΑΘΟΛΟΥ. Καθόλου δέ ἐστιν, ὅταν μὴ ἐπὶ τοῦ προκειμένου εἴπῃ τὸ νόημα ὃ βούλεται, ἀλλ᾽ εἰς τὸ καθόλου ἀνενεγκών, οἷον οὐχ αὑτῷ τοὺς δικαστὰς ᾐτήσατο ἐφεῖναι τάξιν ᾗ βούλεται χρήσασθαι, ἀλλὰ τὸ τοῦ ὅρκου φησί, καὶ τοῦτό ἐστι δίκαιον, τὸ τῇ τάξει καὶ ἀπολογίᾳ ὡς βεβούληται τῶν ἀγωνιζομένων ἕκαστος, ο οὕτως ἐᾶσαι χρῆσθαι. οὐ γὰρ ἴδιον πλεονέκτημα ᾔτησεν, ἀλλ᾽ ἐβεβαίωσε κοινὸν δικαίωμα, καὶ ἔστιν ἐν τῷ σχήματι τούτῳ πολλάκις τὴν χρείαν τοῦ νοήματος τηροῦντα τὸ προσκροῦον φυλάττεσθαι.