ΠΕΡΙ ΤΟΥ ΠΑΡΑ ΠΡΟΣΔΟΚΙΑΝ. Παρὰ προσδοκίαν δέ ἐστιν, ὅταν, ἄλλο τοῦ ἀκροατοῦ προσδεχομένου, ἄλλα μετά τινος χάριτος ἐπενέγκῃ, οἷον τὰ μέντοι Φιλίππου εὐεργετήματα τοιαῦτα ἔσται· οὔτε τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, οὔτε ἐν τῇ οἰκουμένῃ αἱ τιμαὶ ἔσονται. ΠΕΡΙ ΑΥΤΟΣΧΕΔΙΟΥ. Αὐτοσχέδιον δ᾽ ἔστιν ὅταν προσποιῆται ἄρτι νενοηκέναι, οἷον ὃ τοίνυν μεταξὺ λέγων ἐνεθυμήθην. καὶ πάλιν, τουτὶ γὰρ αὖ μικροῦ με παρῆλθεν. ΠΕΡΙ ΑΝΤΙΘΕΤΟΥ. Ἀντίθετον δέ ἐστι τὸ κατὰ διάνοιαν, οὗ καὶ Αἰσχίνης μέμνηται τὸ τοῖς ἐπιβεβουλευμένοις * *  λέγων. βουλόμενος γὰρ ὁ Δημοσθένης τοῦ Αἰσχίνου τὸ περὶ τὴν Ὀλυνθίαν συμπόσιον μᾶλλον διαβάλλειν, ἐξ ἀντιθέτου εἶπε τὸ τοῦ Σατύρου ὁ περὶ τὰς Ὀλυνθίας αἰχμαλώτους φιλάνθρωπον, διὰ τῆς κατὰ τὸν Σάτυρον ἐπιεικείας εἰς τὴν τοῦ Αἰσχίνου παροινίαν μᾶλλον παροξύνων τούς δικάζοντας. ΠΕΡΙ ΤΟΥ ΔΙΑΛΕΚΤΙΚΟΥ. Διαλεκτικὸν δέ ἐστιν, ὃ μάλιστα ποιεῖ Δημοσθένης, ὅταν μὴ ἁπλῶς διεξίῃ τὸν λόγον, ἀλλὰ πρὸς πεῦσιν καὶ ἀπόκρισιν συλλογίζηται ἃ βούλεται, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἠδύνατο μὲν εἰπεῖν, οὗτος ὑπὲρ ὑμῶν τὰς εἰσπράξεις οὐχ ὑπέστη, ὃς πολλοὺς πολλάκις μεῖζον τὴν πόλιν ἀδικήσαντας οὐκ ἔκρινεν, ὁ δὲ τῷ διαλεκτικῷ συνελογίσατο τρόπῳ· πότεροι γάρ φησιν * * οἱ τὰ τῆς πόλεως κλέπτοντες ἢ οἱ τὰ ἑαυτῶν εἰσενεγκεῖν μὴ δυνάμενοι; φαίης ἂν ἐκείνους. τί ποτ᾽ οὖν ὄντων ἐτῶν πλειόνων ἢ λʹ ἐν οἷς πολλοὶ παρὰ τούτοις ἐπικέκρινται, οὐδενὸς τῶν πώποτε ἐξητάσθης κατήγορος; ὅτι ἐκείνοις μὲν συνηδίκεις, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφῃροῦ. καὶ ἐν τῷ πρὸς Λεπτίνην, ὀμωμόκατε γνώμῃ δικάσειν τῇ δικαιοτάτῃ. τὸ τοίνυν τῆς γνώἔῆς εἰς ἅπαντα ἀνενέγκατε τὸν νόμον. ἆρα ὑμῖν δίκαιον εἶναι δοκεῖ τοὺς εὐεργέτας τιμᾶν τὰ δίκαια; τί δέ; ὁπόσα ἂν λάβῃ τις, δίκαιον ἔχειν; δίκαιον. ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵνα εὐορκῆτε. ἃ γὰρ ἐνῆν ἁπλῶς εἰπεῖν, ταῦτα πυνθανόμενόν τινα καὶ ἀποκρινόμενον ποιῶν μᾶλλον συνήγαγεν. ΠΕΡΙ ΤΟΠΟΥ ΕΜΒΟΛΗΣ ΕΞ ΟΝΟΜΑΤΟΣ. Τόπου δὲ ἐμβολὴ ἐξ ὀνόματός ἐστιν, ὅταν ὄνομα ὑποθεὶς ἐξ αὐτοῦ εἰσάγῃ τὸν τόπον, ὃ πλεῖστον παρ᾽ αὐτῷ καὶ κάλλιστον. προθεὶς γὰρ τοῦτο, οὐδὲ θαυμάζω τοῦτ᾽ ἐγώ, * * εἰ μηδὲν ποιοῦντες ἡμεῖς τοῦ πάντα ποιοῦντος ἃ δεῖ περιῆμεν, ἀπὸ τοῦ ῥήματος τόπον ἐποίησεν, ἀλλ᾽ ἐκεῖνο θαυμ μάζω, εἰ Λακεδαιμονίοις ποτὲ ὑπὲρ τῶν Ἐλ.ληνικῶν δικαίων ἀντήρατε. καὶ πάλιν προθείς, τὸν δὲ τειχισμὸν τοῦτον, ὃν σύ μοι διέσυρ ρες, καὶ τὴν ταφρείαν ἀξίαν μὲν χάριτος καὶ ἐπαίνων κρίνω· πῶς γὰρ οὔ; εἶτα ἐκ τοῦ κατὰ τὸν τειχισμὸν ὀνόματος ἐπήνεγκεν, οὐ λίθοις ἐτείχισα τὴν πόλιν, οὐδὲ πλίνθοις ἐγώ, οὐδ᾽ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλ᾽ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις.