ΠΕΡΙ ΤΟΥ ΠΑΡΑ ΠΡΟΣΔΟΚΙΑΝ. Παρὰ προσδοκίαν δέ ἐστιν, ὅταν, ἄλλο τοῦ ἀκροατοῦ προσδεχομένου, ἄλλα μετά τινος χάριτος ἐπενέγκῃ, οἷον τὰ μέντοι Φιλίππου εὐεργετήματα τοιαῦτα ἔσται· οὔτε τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, οὔτε ἐν τῇ οἰκουμένῃ αἱ τιμαὶ ἔσονται. ΠΕΡΙ ΑΥΤΟΣΧΕΔΙΟΥ. Αὐτοσχέδιον δ᾽ ἔστιν ὅταν προσποιῆται ἄρτι νενοηκέναι, οἷον ὃ τοίνυν μεταξὺ λέγων ἐνεθυμήθην. καὶ πάλιν, τουτὶ γὰρ αὖ μικροῦ με παρῆλθεν. ΠΕΡΙ ΑΝΤΙΘΕΤΟΥ. Ἀντίθετον δέ ἐστι τὸ κατὰ διάνοιαν, οὗ καὶ Αἰσχίνης μέμνηται τὸ τοῖς ἐπιβεβουλευμένοις * *  λέγων. βουλόμενος γὰρ ὁ Δημοσθένης τοῦ Αἰσχίνου τὸ περὶ τὴν Ὀλυνθίαν συμπόσιον μᾶλλον διαβάλλειν, ἐξ ἀντιθέτου εἶπε τὸ τοῦ Σατύρου ὁ περὶ τὰς Ὀλυνθίας αἰχμαλώτους φιλάνθρωπον, διὰ τῆς κατὰ τὸν Σάτυρον ἐπιεικείας εἰς τὴν τοῦ Αἰσχίνου παροινίαν μᾶλλον παροξύνων τούς δικάζοντας.