<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="13"><head rend="center">ΠΕΡΙ ΠΥΣΜΑΤΙΚΟΥ.</head><p rend="indent">Τὸ πυσματικὸν σχῆμα ἔργα μὲν ἔχει τέσσαρα, προσοχήν, σαφήνειαν, ἐνάργειαν, ἔλεγχον. προσοχὴ  <pb facs="219219004_0107"/> μὲν οὖν ἐστίν, οἷον <quote rend="expand">διὰ τί;</quote> καὶ πάλιν, <quote rend="expand">τίνος οὕνεκα ταῦτα λέγω;</quote> ἐπιστρέφει γὰρ τούς ἀκούοντας ἡ τοιαύτη ἐρώτησις. σαφήνεια δὲ οὕτως, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, <quote rend="expand">ὁ μὲν τὸν νόμον τιθείς, οὕτως· ὁ δὲ τὸ ψήφισμα γράφων, πῶς;</quote> καὶ πάλιν, <quote rend="expand">ποῦ τοῦτο δηλοῖ; ἔν τε τῷ προτέρῳ νόμῳ καὶ ἐν τούτῳ.</quote> καὶ πάλιν, <quote rend="expand">ἀλλὰ πῶς; ὡς ἐν τῷ ἄξονι εἴρηται, φησί.</quote> ᾔδει γὰρ τὴν τῶν νόμων ἐξέτασιν φύσει δυσπαρακολούθητον οὖσαν, σαφήνειαν δὲ <del>τὸ</del> δοῦναι τὸ σχῆμα δυνάμενον. ἐνάργεια δέ ἐστι τὸ τοιοῦτον, <quote rend="expand">πῶς ἂν ὠμότερος συκοφάντης γένοιτο;</quote> καὶ πάλιν, <quote rend="expand">καὶ τίς ἂν γένοιτο ἀναιδείας ὑπερβολή;</quote> ἔλεγχος δέ ἐστι τὸ τοιοῦτον, ὅταν λέγῃ τί πράττειν ἔδει καὶ ποιεῖν τὴν πόλιν· καὶ πάλιν, τῆς ποίας μερίδος γενέσθαι τὴν πόλιν ἐβούλετ᾽ ἄν· καὶ τρίτον εἰς τὸ αὐτό, <quote rend="expand">τί τὴν πόλιν, Αἰσχίνη, προσῆκε ποιεῖν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὑτῷ κατασκευαζόμενον Φίλιππον;</quote> καὶ τέταρτον, <quote rend="expand">ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς.</quote> καὶ πάλιν, <quote rend="expand">πότερον πάντα ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ διέλυε τὴν εἰρήνην, ἢ οὔ; καὶ πότερον φανῆναί τινα τῶν Ἑλλήνων τὸν ταῦτα κωλύσοντα ποιεῖν αὐτὸν ἐχρῆν, ἢ μή;</quote> οὐδὲ γὰρ ἀνενεγκεῖν τῷ ἀντιδίκῳ συνεχώρησεν, ἀλλὰ τῷ συνεχεῖ τῆς ἐρωτήσεως τὸ ἄπορον τῆς ἀποκρίσεως ἐξελέγχει.</p></div><div type="textpart" subtype="section" n="14"><head rend="center">ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ.</head><p rend="indent">Ἔμφασις δέ ἐστιν ὅταν μὴ αὐτό τις λέγῃ τὸ πρᾶγμα, ἀλλὰ δι᾽ ἑτέρων ἐμφαίνῃ, οἷον <quote rend="expand">τί τὸ κωλῦον αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται;</quote> ἐμφαίνει γὰρ ὅτι κωλύειν αὐτὸν οὐδενὸς βουλομένου τῆς Ἀττικῆς <pb facs="219219004_0108"/>  ἐπιβῆναι δυνήσεται. καὶ πάλιν Ἀπολλόδωρος, <quote rend="expand">ἐγὼ γὰρ ὁμομήτριον ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δὲ οὐκ οἶδα.</quote> οὔτε γὰρ ἀνειμένην βλασφημίαν ἔχει τὸ εἰρημένον, καὶ ἀκριβῶς τῇ ἐμφάσει πρεσβυτέρα μοιχεία δέδεικται.</p></div><div type="textpart" subtype="section" n="15"><head rend="center">ΠΕΡΙ ΑΝΤΙΚΕΙΜΕΝΟΥ.</head><p rend="indent">Ἀπὸ τοῦ ἀντικειμένου ἐστὶν ὅταν μὴ περὶ τοῦ προκειμένου τι εἴπῃ, ἀλλὰ τὸ ἀντικείμενον ἐφ᾽ ἑτέρου προσώπου, δι᾽ ἐκείνου τοῦτο σημαίνων, καὶ παρέοικε τῇ ἐμφάσει τοῦτο. βουλόμενος γὰρ πάλιν εἰπεῖν ἃ ὁ Μειδίας ἔπραττεν ἀπὸ τοῦ ἀντικειμένου αὐτὰ ἐπὶ τὸν Ἰφικράτην εἶπεν, <quote rend="expand">οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυε τὰ παρεσκευασμένα ἱμάτια εἰς τὴν ἑορτήν, οὐδὲ διέφθειρε διδάσκαλον, οὐδὲ χορὸν μανθάνειν ἐκώλυε.</quote> ταῦτα γὰρ ἀπὸ τοῦ ἀντικειμένου κατὰ τοῦ Μειδίου λέγει. καὶ πάλιν, <quote rend="expand">οὐκ ἐπὶ μὲν τοῖς ἑτέρων ἀγαθοῖς φαιδρὸς ἐγὼ καὶ γεγηθὼς κατὰ τὴν ἀγορὰν περιέρχομαι.</quote> τοῦτο γάρ που λέγει ὅτι οὗτοι τοιαῦτα πράττουσι.</p></div></div></body></text></TEI>