ΠΕΡΙ ΠΥΣΜΑΤΙΚΟΥ. Τὸ πυσματικὸν σχῆμα ἔργα μὲν ἔχει τέσσαρα, προσοχήν, σαφήνειαν, ἐνάργειαν, ἔλεγχον. προσοχὴ μὲν οὖν ἐστίν, οἷον διὰ τί; καὶ πάλιν, τίνος οὕνεκα ταῦτα λέγω; ἐπιστρέφει γὰρ τούς ἀκούοντας ἡ τοιαύτη ἐρώτησις. σαφήνεια δὲ οὕτως, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, ὁ μὲν τὸν νόμον τιθείς, οὕτως· ὁ δὲ τὸ ψήφισμα γράφων, πῶς; καὶ πάλιν, ποῦ τοῦτο δηλοῖ; ἔν τε τῷ προτέρῳ νόμῳ καὶ ἐν τούτῳ. καὶ πάλιν, ἀλλὰ πῶς; ὡς ἐν τῷ ἄξονι εἴρηται, φησί. ᾔδει γὰρ τὴν τῶν νόμων ἐξέτασιν φύσει δυσπαρακολούθητον οὖσαν, σαφήνειαν δὲ τὸ δοῦναι τὸ σχῆμα δυνάμενον. ἐνάργεια δέ ἐστι τὸ τοιοῦτον, πῶς ἂν ὠμότερος συκοφάντης γένοιτο; καὶ πάλιν, καὶ τίς ἂν γένοιτο ἀναιδείας ὑπερβολή; ἔλεγχος δέ ἐστι τὸ τοιοῦτον, ὅταν λέγῃ τί πράττειν ἔδει καὶ ποιεῖν τὴν πόλιν· καὶ πάλιν, τῆς ποίας μερίδος γενέσθαι τὴν πόλιν ἐβούλετ᾽ ἄν· καὶ τρίτον εἰς τὸ αὐτό, τί τὴν πόλιν, Αἰσχίνη, προσῆκε ποιεῖν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὑτῷ κατασκευαζόμενον Φίλιππον; καὶ τέταρτον, ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς. καὶ πάλιν, πότερον πάντα ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ διέλυε τὴν εἰρήνην, ἢ οὔ; καὶ πότερον φανῆναί τινα τῶν Ἑλλήνων τὸν ταῦτα κωλύσοντα ποιεῖν αὐτὸν ἐχρῆν, ἢ μή; οὐδὲ γὰρ ἀνενεγκεῖν τῷ ἀντιδίκῳ συνεχώρησεν, ἀλλὰ τῷ συνεχεῖ τῆς ἐρωτήσεως τὸ ἄπορον τῆς ἀποκρίσεως ἐξελέγχει. ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ. Ἔμφασις δέ ἐστιν ὅταν μὴ αὐτό τις λέγῃ τὸ πρᾶγμα, ἀλλὰ δι᾽ ἑτέρων ἐμφαίνῃ, οἷον τί τὸ κωλῦον αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται; ἐμφαίνει γὰρ ὅτι κωλύειν αὐτὸν οὐδενὸς βουλομένου τῆς Ἀττικῆς ἐπιβῆναι δυνήσεται. καὶ πάλιν Ἀπολλόδωρος, ἐγὼ γὰρ ὁμομήτριον ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δὲ οὐκ οἶδα. οὔτε γὰρ ἀνειμένην βλασφημίαν ἔχει τὸ εἰρημένον, καὶ ἀκριβῶς τῇ ἐμφάσει πρεσβυτέρα μοιχεία δέδεικται. ΠΕΡΙ ΑΝΤΙΚΕΙΜΕΝΟΥ. Ἀπὸ τοῦ ἀντικειμένου ἐστὶν ὅταν μὴ περὶ τοῦ προκειμένου τι εἴπῃ, ἀλλὰ τὸ ἀντικείμενον ἐφ᾽ ἑτέρου προσώπου, δι᾽ ἐκείνου τοῦτο σημαίνων, καὶ παρέοικε τῇ ἐμφάσει τοῦτο. βουλόμενος γὰρ πάλιν εἰπεῖν ἃ ὁ Μειδίας ἔπραττεν ἀπὸ τοῦ ἀντικειμένου αὐτὰ ἐπὶ τὸν Ἰφικράτην εἶπεν, οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυε τὰ παρεσκευασμένα ἱμάτια εἰς τὴν ἑορτήν, οὐδὲ διέφθειρε διδάσκαλον, οὐδὲ χορὸν μανθάνειν ἐκώλυε. ταῦτα γὰρ ἀπὸ τοῦ ἀντικειμένου κατὰ τοῦ Μειδίου λέγει. καὶ πάλιν, οὐκ ἐπὶ μὲν τοῖς ἑτέρων ἀγαθοῖς φαιδρὸς ἐγὼ καὶ γεγηθὼς κατὰ τὴν ἀγορὰν περιέρχομαι. τοῦτο γάρ που λέγει ὅτι οὗτοι τοιαῦτα πράττουσι.