<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="10"><head rend="center">ΠΕΡΙ ΑΠΟΣΙΩΠΗΣΕΩΣ.</head><p rend="indent">Ἀποσιώπησις δέ ἐστιν ὅταν μέλλων λέγειν πρᾶγμα αὐτὸ μὲν ἀποσιωπήσῃ, τὴν δὲ ὑπόνοιαν αὐτοῦ καταλίπῃ, <quote rend="expand">ἀλλ᾽ ἐγὼ μέν, οὐ βούλομαι δὲ οὐδὲν δυσχερὲς εἰπεῖν ἀρχόμενος τοῦ λόγου· οὗτος δὲ ἐκ περιουσίας μου κατηγορεῖ.</quote> καὶ πάλιν  <pb facs="219219004_0105"/> πρὸς τὸν Χαρίδημον, <quote rend="expand">ᾧ μήτηρ μὲν οὐκ ἐρῶ τίς ἢ πόθεν· οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι·</quote> οὐδὲν γὰρ ἂν εἶπε τοιοῦτον οἷον τῇ ὑπονοίᾳ παρέδωκεν.</p></div><div type="textpart" subtype="section" n="11"><head rend="center">ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ.</head><p rend="indent">Ἠθοποιΐα δέ ἐστιν ὅταν φεύγοντες τὸ προσκρουστικὸν τῶν ἐπιτιμήσεων ὡς ὑφ᾽ ἑτέρων προσώπων γινομένας εἰσάγωμεν, ὁποῖόν ἐστι τὸ παρὰ τῷ Δημοσθένει· <quote rend="expand">φέρε γάρ, πρὸς Διός, εἰ λόγον ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νυνὶ παρήκατε καιρῶν διὰ ῥᾳθυμίαν. καὶ πάλιν, εἶτ᾽, ὦ πάντων τῶν ἀνθρώπων φαυλότατοι.</quote> πικρῶς γὰρ καθικνεῖται τῶν Ἀθηναίων διὰ τοῦ προσώπου τῶν Ἑλλήνων. κἀκεῖνα δὲ ἠθοποιΐας τὰ ἠθικὰ σχήματα, <quote rend="expand">τόδε ἔδει εἰπεῖν καὶ τόδε ἔδει ποιῆσαι,</quote> ὅπερ πεποίηκεν Αἰσχίνης ἐπὶ τῷ Δημοσθένει εἰπών, <quote rend="expand">ὃν ἐχρῆν, εἰ καὶ μανεὶς ὁ δῆμος ἢ τῶν καθεστηκότων ἐπιλελησμένος, ἐπὶ τοιαύτης ἀκαιρίας ἐβούλετο στεφανοῦν αὐτόν, παρελθόντα εἰς τὴν ἐκκλησίαν εἰπεῖν· ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, τὸν δὲ καιρὸν ἀποδοκιμάζω, ἐν ᾧ τὸ κήρυγμα γίνεται.</quote> τοῦτο γὰρ τὸ νόημα ἐνὸν ἀπὸ τοῦ ἰδίου προσώπου εἰπεῖν, περιέθηκε τῷ ἀντιδίκῳ. καὶ Ὀδυσσεὺς παρ᾽ Ὁμήρῳ βουλόμενος τοῖς Ἀχαιοῖς εἰπεῖν ὅτι οὐ φυλάττουσι τὰς ὑποσχέσεις ἃς ὑπέσχοντο τῷ Ἀγαμέμνονι, πρὸς αὐτὸν ἀποστρέφει τὸν λόγον, 
<lb/><quote rend="blockquote">Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ 
<lb/>πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν· 
<lb/>οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥνπερ ὑπέσταν, 
<lb/>Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι.</quote> 
<lb/><pb facs="219219004_0106"/> τοῦτο γὰρ ποιήσας προσέκρουσε μὲν οὐδαμῶς τοῖς Ἀχαιοῖς, ἐλεεινὸν δὲ ἀποφαίνει τὸν ὑπ᾽ αὐτῶν ἐγκαταλειφοθέντα, καὶ διὰ τῶν πρὸς τοῦτον λόγων ἐκείνοις ἐπέπληξεν.</p></div><div type="textpart" subtype="section" n="12"><head rend="center">ΠΕΡΙ ΠΡΟΣΩΠΟΥ ΥΠΟΒΟΛΗΣ.</head><p rend="indent">Προσώπου δὲ ὑποβολή ἐστιν ὅταν θέλων τι εἰπεῖν πρὸς τὸ ἀνεκτότερον ἄλλῳ προσώπῳ τὸν λόγον περιθῇ, οἷον ἐν τοῖς Φιλιππικοῖς, <quote rend="expand">ὡς δ᾽ ἐγώ ποτε τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶ βελτίους.</quote> πιστοῦται γὰρ ὡς παρ᾽ εἰδότος ἀκούσας τὰ λεγόμενα. μίγνυσι δὲ πολλαχοῦ τήν τε ἠθοποιΐαν καὶ τὴν τοῦ προσώπου ὑποβολήν, ὅταν ἑτέρῳ προσώπῳ περιβάλῃ λόγον. βουλόμενος γὰρ ἐπιτιμῆσαι τοῖς Ἀθηναίοις ὡς εἰς ῥᾳθυμίαν ἐκκλίνασιν, οὐκ ἀφ᾽ ἑαυτοῦ εἶπεν, ἀλλὰ τοῖς Ἕλλησι περιέθηκε τὸν λόγον, <quote rend="expand">ἐὰν οὖν οἱ Ἕλληνες πέμπωσι πρὸς ὑμᾶς καὶ λέγωσι, πέμπετε, ὦ Ἀθηναῖοι, πρὸς ἡμᾶς ἑκάστοτε πρέσβεις λέέγοντας ὡς ἐπιβουλεύει Φίλιππος ἡμῖν καὶ πᾶσι τοῖς Ἕλλησι,</quote> καὶ τὰ ἑξῆς. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην, <quote rend="expand">ἂν δὲ δὴ πέμψας ὡς ἡμᾶς Αεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῇρησθε, τί, πρὸς θεῶν, ἐροῦμεν ἡμεῖς;</quote> ἐν γὰρ τούτῳ τῷ λόγῳ λίαν ἰσχυρότερον <del>τὸν τρόπον</del> ἐκ τοῦ προσώπου τῶν λεγόντων πεποίηκεν.</p></div></div></body></text></TEI>