<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><pb facs="219219004_0101"/> Μέλλοντι τὴν τῶν σχημάτων θεωρίαν τῶν παρὰ Δημοσθένει κατανοεῖν, ἀνάγκη εἶναί μοι δοκεῖ πρῶτον εἰπεῖν τί τὸ σχῆμά ἐστιν. ἔστι τοίνυν σχῆμα τὸ μὴ κατὰ φύσιν τὸν νοῦν ἐκφέρειν μηδὲ ἐπ᾽ εὐθείας, ἀλλ᾽ ἐκτρέπειν καὶ ἐξαλλάσσειν τὴν διάνοιαν κόσμου τινὸς τῇ πλάσει ἢ χρείας ἕνεκα. ὁ γὰρ χαριέστερος πλειόνων ὄντων καὶ ἄλλων οὗτός μοι φαίνεται, ὥσπερ ἀμέλει καὶ λέξεως σχῆμά ἐστιν ἐξαλλαγὴ τοῦ ἐν ἔθει, κατά τινα πλάσιν κόσμον ἢ χρείαν τινὰ τοῖς λόγοις παρέχουσα. ὁ μὲν οὖν σαφέστερος ὅρος τοῦ τῆς λέξεως σχήματος οὗτός ἐστι, δοκεῖ δέ πως συνῆφθαι κατὰ τὸ πρῶτον μόριον τῷ τοῦ σολοικισμοῦ ὅρῳ, εἶτα κατὰ τὸ τελευταῖον μέρος διεστηκέναι. καὶ γὰρ ὁ σολοικισμὸς ἐξαλλαγὴ τοῦ ἐν ἔθει ἐστίν, ἀλλ᾽ οὕτε χρείας ἕνεκα, οὕτε κόσμου τινὸς χάριν γίνεται.</p><p rend="indent">Πλείονος δὲ οὔσης θεωρίας τῆς ἐν τοῖς σχήμασι, ταῦτα προῃρήμεθα νῦν ἐξετάσαι, ὅσα παρὰ Δημοσθένει κατενοήσαμεν.</p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">Πρῶτον οὖν τὰ τῆς διανοίας σχήματα δεικτέον, ἐπεὶ δεῖ τὸν νοῦν πάντως τοῦ λόγου προηγεῖσθαι, ἔστι δὲ ταῦτα, εἰρωνεία, ἐπιτίμησις, παράλειψις, διαπόρησις,  <pb facs="219219004_0102"/> ἀποστροφή, προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποσιώπησις, ἠθοποιΐα, προσώπου ὑποβολή, πυσματικόν, ἔμφασις, ἀπὸ τοῦ ἀντικειμένου, παρὰ προσδοκίαν, αὐτοσχέδιον, ἀντίθετον, διαλεκτικόν, τόπου ἐμβολὴ ἐξ ὀνόματος, καθόλου, ὅρκος.</p></div><div type="textpart" subtype="section" n="3"><head rend="center">ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.</head><p rend="indent">Καὶ εἰρωνεία μέν ἐστι τὸ διὰ τοῦ ἐναντίου τὸ ἐνανπίον σημαῖνον, οἷον <quote rend="expand">ἐκεῖνοι τοίνυν οἷς οὐκ ἐχαρίζοντο οἱ λέγοντες, οὐδ᾽ ἐφίλουν αὐτούς ὥσπερ ὑμᾶς, οὗτοι νῦν πέντε μὲν καὶ τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων· καὶ πάλιν, νυνὶ δὲ πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει;</quote> ἔτι δὲ καινῶς ἐν τῷ κατὰ Μειδίου ἐφ᾽ ἑαυτοῦ εἰρωνείᾳ κέχρηται, <quote rend="expand">ἐγὼ δὲ ὃς (εἴτε τις βούλεται νομίσαι μανίαν· μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν· εἴτε φιλοτιμίαν) χορηγὸς ὑπέστην.</quote></p></div><div type="textpart" subtype="section" n="4"><head rend="center">ΠΕΡΙ ΕΠΙΤΙΜΗΣΕΩΣ.</head><p rend="indent">Ἐπιτίμησις δέ ἐστιν ὅταν διὰ τῆς πρὸς τοὺς ἀκούοντας ἐπιπλήξεως τινῶν βούληται συμβουλὴν περαίνειν, ὡς ἐν τῷ περὶ τῆς παραπρεσβείας, <quote rend="expand">ὑμεῖς δ᾽ ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, πόρρωθεν δ᾽ ὁρῶντες οὐ φυλάττεσθαι, καὶ πάλιν οὕτως, ὡς ἔοικε, πολύ τι σκότος ἐστὶ παρ᾽ ὑμῖν πρὸ τῆς ἀληθείας.</quote></p></div><div type="textpart" subtype="section" n="5"><head rend="center">ΠΕΡΙ ΠΑΡΑΛΕΙΨΕΩΣ.</head><p rend="indent">Παράλειψις δέ ἐστιν ὅταν τῷ δοκεῖν τινὰ παραλιπεῖν λέγῃ ἃ βούλεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην, <quote rend="expand">ἐγὼ <pb facs="219219004_0103"/> δέ, ὅτι μὲν τινῶν κατηγοροῦντας πάντων ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω· καὶ γὰρ εἴρηται τρόπον τινά, καὶ ὑφ᾽ ὑμῶν ἴσως γινώσκεται,</quote> καὶ πάλιν πρὸς τὸν Αἰσχίνην, <quote rend="expand">ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόνησον· οὐδενὸς γὰρ τούτων μέμνημ Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθησιν, καὶ ὅσα ἄλλα τοιατα ἡ πόλις ἠδικεῖτο, οὐδ᾽ εἰ γέγονεν οἶδα.</quote> τῷ τε γὰρ οὕτως εἰπεῖν ἃ βούλεται δεδήλωκε καὶ τῇ παραλείψει τὸ φορτικὸν ἀφῇρηται.</p></div></div></body></text></TEI>