<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" n="1"><l n="99">παιδείης, τοὺς δʼ αὖτὲ τραπέζης ἀργυραμοιβοῦ</l><l n="100"> εἷσεν ὕπερ, πολέσιν δὲ τέχνας ἡρμόσσατο χειρός.</l><l n="101">ἢν δʼ ὑπόγειος ἔῃ, πινυτὸν νόον ἐξετέλεσσεν,</l><l n="102">θῆκεν καὶ σοφίης δεδαηκότας, ἐν βιότῳ δὲ</l><l n="103">αἰὲν ὑπʼ ἀλλήκτῃσι μεληδόσι μητιόωντας.</l><l n="104">δύνων δʼ ἐν μύθοισι καὶ ἐν πραπίδεσσιν ἀρίὅτους,</l><l n="105"> καὶ πλούτῳ γηθεῦντας ἀεὶ φήμαις τʼ ἀγαθῇσιν.</l><l n="106">εὖτʼ ἂν δʼ ὠκεανοῖο λελουμένος ἀντέλλῃσιν</l><l n="107">Τιτάν, ἐν δʼ ὥρῃ κείνῃ βροτὸς ἐς φάος ἔλθῃ,</l><l n="108">πατρὸς ἀριγνώτου γεγαὼς τότε φύσεται ἀνήρ,</l><l n="109">τιμήεις δέ τʼ ἄγαν καὶ ὑπείροχός ἐστʼ ἐνὶ πάτρῃ</l><l n="110"> πλούτῳ καὶ κτεάτεσσιν ὑπέρτατος ἐν μερόπεσσιν·</l><l n="111">πολλάκι καὶ βασιλῆες ἐν ὥρῃ τῇδʼ ἐγένοντο.</l><l n="112">δύνων δʼ Ἠέλιος λαμπροὺς βιότῳ καὶ ἐπόλβους</l><l n="113">τεύχει, καὶ πραπίδων μάλʼ ἀριφραδέων ἐπινοίῃ
 <gap reason="omitted"/> ἐνὶ πάτρῃ.</l><l n="114">Τιτὰνδʼἐν γενέθλῃ μέσον οὐρανὸν ἀμφιπολεύων,</l><l n="115"> ἢν μὲν ὑπʼ ἀκτίνεσσ’ ἀ ἀγαθῶν καὶ μαρτυρίῃσιν</l><l n="116">κοσμῆται, μεγάλους τε καὶ εὐκλέα ἔργα τελοῦντας,</l><l n="117">φαύλῃσιν δʼ αὐγαῖς ὀλοῶν βεβολημένος ἄστρων</l><l n="118">ἀκτεάνους τεύχει, λυγραῖς πενίῃσι μογεῦντας.</l><l n="119">ἢν δʼ ὑπόγειον ἔχῃ κέντρον, μινύθει πατρὸς ὄλβον.</l><l n="120">καὶ δὲ Σεληναίη ὑπὲρ ὡρονόμοιο βεβῶσα</l><l n="121">μητέρα κυδαίνει. δύνουσα δὲ τηλόθι πάτρης</l><pb n="25"/><l n="122">ἀλλοτρίην κατὰ γαῖαν ἀλωομένους θαμὰ πλάζει.</l><l n="123">ἐν δὲ με σου ρανίῳ νυκτὸς μὲν ἀρίστη ἐτύχθη,</l><l n="124">ἤματι δʼ αὖῦʼ ἥσσων· εἰ δʼ ἐσ θ λοδόται μιν ὁρῷεν,</l><l n="125"> εὐκλείην πρήξεις τʼ ἀγαθὰς μερόπων ἐτέλεσσεν.</l><l n="126">ἐν δʼ ἄρʼ ὑποχθονίῳ κέντρῳ ἀ γαθ οὺς μὲν ὁρῶσα</l><l n="127">ἀστέρας ἐσθλὴ ἔφυ δώτειρά τε κευθομένοιο</l><l n="128">πλούτου, ἀτὰρ χα λεποὺς ἐπιμάρτυρας εὖτ’ ἂν ἴδῃσιν,</l></div></div></div></body></text></TEI>