<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" n="1"><l n="9">ἤτοι πρωτοτόκους καὶ πρωτοτρόφους ἀνέφηνεν,</l><l n="10"> ἢ καὶ ἀδελφειοὺς προτέρους διόλεσσεν ἅπαντας,</l><l n="11">τέκνων δʼ αὖτʼ ὀλετὴρ πέλεται, βίοτόν τε χαλέπτει</l><l n="12">ἀλλοτρίοις οἴκοισιν ἐών· εὖτʼ ἂν δʼ ἐν ἐοῖσιν</l><l n="13">ὡρονομῇ, ζώοις δʼ ἰδίοις ἐπιτέρπεται αἰεί,</l><l n="14">Αἰγόκερῳ τε καὶ Ὑδροχόῳ βλοσυρῷ τε Λέοντι</l><l n="15"> καὶ Χηλαῖς Κριῷ τε, τότʼ ἀνέρες ἐξεγένοντο</l><l n="16">κύδιστοι, γενεῇ τε γεγηθότες, εὐκλέι πλούτῳ</l><l n="17">τιμαῖς καὶ γεράεσσιν ἀγαλλόμενοι βασιλήων.</l><l n="18">ψυχρὸν δʼ ἐς λίβα νισσόμενος δῦνον περὶ κέντρον</l><l n="19">μακροβίους, γήραι λιπαρῷ θαλέθοντας ἔθηκεν,</l><l n="20"> εὐκτεάνους, μόχθοισιν ἰαινομένους σφετέροισιν.</l><l n="21">εἰ δὲ μεσουρανέοι, πατρώια πάντʼ ἐκέδασσεν,</l><l n="22">δηθάκι δʼ οὐδʼ ὅσσον κλήρου παρὰ πατρὸς ἔνειμεν,</l><l n="23">πρήξεις δʼ ἀπροκόπους καὶ νωχελέας μάλα τεύχει,</l><l n="24">ἔργα δὲ καὶ τέχνας χειρῶν ἐξαίνυται ἀνδρῶν</l><l n="25"> ψυχῶν θʼ, ἥντινα πρῆξιν ἐνὶ στέρνοισιν ἕλωνται,</l><l n="26">δυστεκνίην δʼ ὤπασσε, κασιγνήτων τʼ ἀπάμερσεν.</l><l n="27">ὀρφανίην δʼ ὑπόγειος ἐὼν ἀπὸ πατρὸς ἔτευξεν</l><l n="28">πάμπαν νηπιάχοις, κλῆρόν τʼ ἔρραισεν ἀίστως,</l><l n="29">ὃν θνήσκων ἔλιπεν γενέτης, αὐτοὶ δʼ ὑπὸ νούσου</l><l n="30"> κάμνουσʼ, ἔν τε κρύει πυρετῷ τʼ αἴθωνι μογεῦσιν,</l><l n="31">ἐν δʼ ἀγορῇ κρίσιας καὶ νείκεα δηρὸν ὄπασσεν.</l><l n="32">Ζεὺς δʼ ὥρην ἐφέπωνἐρικυδέας ἂνδρας ἔθηκεν</l><l n="33">ἐν δήμοις, πάτρῃσί τʼ ἐνὶ σφετέρῃσιν ἀγητούς,</l><l n="34">πρὸς δʼ ἔτι καὶ πρήξει μεγαλαυχέας, ἐν βιότῳ τε</l><l n="35"> ἀφνειούς, βασιλεῦσι φίλους μάλα τιμήεντας.</l><pb n="22"/><l n="36">ταὐτὰ δέ τʼ ἐκτελέσει μέσον οὐρανὸν ἀμφιπολεύων·</l><l n="37">κοσμεῖ καὶ μίτρῃσι πέπλοισί τε πορφυρέοισιν,</l><l n="38">τερπωλῆς τεύχων λαῶν ἡγήτορας ἄνδρας.</l></div></div></div></body></text></TEI>