<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" n="1"><l n="69">ἤτοι γὰρ φυγάδας φιλίης ἐξήλασε πάτρης,</l><l n="70"> ἢ ζωῆς ἀπάμερσε φίλης κρυόεντι σιδήρῳ,</l><l n="71">ἢ πόμα φαρμακόεν πιέειν κατένευσεν ἐν οἴκοις.</l><l n="72">ὡρονομοῦσα δʼ ἀεὶ Κυθέρηκαλοὺςμὲνἰδέσθαι</l><l n="73">ῥέζει, καὶ χαρίεντας ἰδʼ ἱμερόεντας ἔπεσσιν,</l><l n="74">ἀφνειοὺς βιότῳ καὶ ἀγακλέας ᾗ ἐνὶ πάτρῃ,</l><l n="75"> κυδαίνει δὲ τεκοῦσαν ἄγαν τʼ ἀρίδηλον ἔθηκεν.</l><l n="76">καὶ δὲ μεσουρανέουσα τάδʼ ἔρδει, πρὸς δὲ καὶ ἔρνοις</l><l n="77">τρισμάκαρας τεύχει, τοῖς δʼ αὖτʼ ἀλόχων γάμον ἐσθλῶν</l><l n="78">ὤπασεν, ἐν δὲ δόμοις κλεινὸν βίον ἠέξησεν·</l><l n="79">καὶ δὲ γυναικείοισιν ἐπ ἔργοις δηθάκις ἄνδρας</l><l n="80"> ἵδρυσʼ, ᾧ καὶ χρήματ’ ἰδὲ κτῆσιν πόρεν ὄλβου.</l><l n="81">ἀστασίας δʼ ὑπόγειος ἐὼν λεχέων ἐτέλεσσεν,</l><l n="82">ἠδὲ γάμων ταραχὰς καὶ χηροσύνας, ποτὲ μέν τε</l><l n="83">ἐν ξείνῃ ποσίων, ποτὲ δʼ αὖ μεγάροισιν ἐόντων.</l><l n="84">καὶ δʼ ἔτι καὶ δύνουσα κακὴ περὶ λέκτρα γυναικῶν·</l><l n="85"> ἢ γὰρ ἀποζεύγνυσι συνεύνων, ἢ πολυκοίνους</l><l n="86">δῶκ’ ἀλόχους, ὧν δὴ θάμʼ ἐπασχάλλουσιν ἐφʼ ὕβρει·</l><l n="87">καὶ δʼ αὐτοὺς φήμῃσι κακαῖς νεότητος ἐν ὥραις</l><l n="88">ἀμφέβαλεν, μάχλους τʼ ἐς ἀεικέα θήκατο κύπριν,</l><l n="89">ἀλλοτρίων τε μέλαθρον ὀπιπεύουσι γυναικῶν.</l><l n="90">Ἑρμης δʼ ἀντέλλων μὲν ἐφʼ ὥρης εὐκλέας ἄνδρας</l><l n="91">καὶ πολλῆς σοφίης ἐπιίστορας ἐξετέλεσσεν·</l><pb n="24"/><l n="92">πολλάκι καὶ προδαῆναι ἐνὶ πραπίδεσσι βροτοῖσιν</l><l n="93">πείρατα μελλόντων δωρήσατο, καί θʼ ἑτέροισιν</l><l n="94">θεσπίζειν φήμῃσιν ὀνείρασί θʼ, ἅ σφισιν αὐτοὶ</l><l n="95"> ὀρφναίην κατὰ νύκτα βαθὺ κνώσσοντες ἴδωνται.</l><l n="96">ἐν δὲ μεσουρανίῳ θνητοῖς ἔργ’ ὤπασε κέντρῳ· ρῳ·</l><l n="97">ἤτοι γὰρ σοφίης βίοτον καλάμοιό τε γραπτῶν</l><l n="98">πρῆξιν ἔδωκ, ἢ παισὶν ὑφηγητῆρας ἔφηνεν</l></div></div></div></body></text></TEI>