ἤτοι γὰρ φυγάδας φιλίης ἐξήλασε πάτρης, ἢ ζωῆς ἀπάμερσε φίλης κρυόεντι σιδήρῳ, ἢ πόμα φαρμακόεν πιέειν κατένευσεν ἐν οἴκοις. ὡρονομοῦσα δʼ ἀεὶ Κυθέρηκαλοὺςμὲνἰδέσθαι ῥέζει, καὶ χαρίεντας ἰδʼ ἱμερόεντας ἔπεσσιν, ἀφνειοὺς βιότῳ καὶ ἀγακλέας ᾗ ἐνὶ πάτρῃ, κυδαίνει δὲ τεκοῦσαν ἄγαν τʼ ἀρίδηλον ἔθηκεν. καὶ δὲ μεσουρανέουσα τάδʼ ἔρδει, πρὸς δὲ καὶ ἔρνοις τρισμάκαρας τεύχει, τοῖς δʼ αὖτʼ ἀλόχων γάμον ἐσθλῶν ὤπασεν, ἐν δὲ δόμοις κλεινὸν βίον ἠέξησεν· καὶ δὲ γυναικείοισιν ἐπ ἔργοις δηθάκις ἄνδρας ἵδρυσʼ, ᾧ καὶ χρήματ’ ἰδὲ κτῆσιν πόρεν ὄλβου. ἀστασίας δʼ ὑπόγειος ἐὼν λεχέων ἐτέλεσσεν, ἠδὲ γάμων ταραχὰς καὶ χηροσύνας, ποτὲ μέν τε ἐν ξείνῃ ποσίων, ποτὲ δʼ αὖ μεγάροισιν ἐόντων. καὶ δʼ ἔτι καὶ δύνουσα κακὴ περὶ λέκτρα γυναικῶν· ἢ γὰρ ἀποζεύγνυσι συνεύνων, ἢ πολυκοίνους δῶκ’ ἀλόχους, ὧν δὴ θάμʼ ἐπασχάλλουσιν ἐφʼ ὕβρει· καὶ δʼ αὐτοὺς φήμῃσι κακαῖς νεότητος ἐν ὥραις ἀμφέβαλεν, μάχλους τʼ ἐς ἀεικέα θήκατο κύπριν, ἀλλοτρίων τε μέλαθρον ὀπιπεύουσι γυναικῶν. Ἑρμης δʼ ἀντέλλων μὲν ἐφʼ ὥρης εὐκλέας ἄνδρας καὶ πολλῆς σοφίης ἐπιίστορας ἐξετέλεσσεν· πολλάκι καὶ προδαῆναι ἐνὶ πραπίδεσσι βροτοῖσιν πείρατα μελλόντων δωρήσατο, καί θʼ ἑτέροισιν θεσπίζειν φήμῃσιν ὀνείρασί θʼ, ἅ σφισιν αὐτοὶ ὀρφναίην κατὰ νύκτα βαθὺ κνώσσοντες ἴδωνται. ἐν δὲ μεσουρανίῳ θνητοῖς ἔργ’ ὤπασε κέντρῳ· ρῳ· ἤτοι γὰρ σοφίης βίοτον καλάμοιό τε γραπτῶν πρῆξιν ἔδωκ, ἢ παισὶν ὑφηγητῆρας ἔφηνεν