<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" n="1"><l n="39">δύνων δʼ εὐκτεάνους, ὀλοὸς δὲ τέκνοισιν ἐτύχθη·</l><l n="40"> θάπτει γὰρ κεδνάς τʼ ἀλόχους παῖδάς τʼ ἀλεγεινούς·</l><l n="41">ἐν τροπικοῖς δʼ εἴωθε τελεῖν καὶ πάμπαν ἀτέκνους</l><l n="42">κηδεστῶν βιότου, καί τʼ ἐσθλὰ κακοῖσιν ἔμιξεν·</l><l n="43">κτῆσιν μὲν γὰρ ἔδωκε, τέκνων δʼ ἐπὶ κήδεσι λυπεῖ.</l><l n="44">δεινὸς δʼ ἀντιμεσουρανέων πέλετʼἀνθρώποισιν·</l><l n="45"> πάντων γάρ τε βροτοὺς ἰδίων κτεάνων ἀπάμερσεν,</l><l n="46">εὐόλβους δὲ πάρος κενεοὺς οἴκους ἀπέφηνεν·</l><l n="47">ἔξοχα δʼ εἴ γε σὺν Ἠελίῳ τόδε κέντρον ὁδεύοι·</l><l n="48">ἐσχατίῃ γενέθλῃ βίοτον καὶ κῦδος ὀπάζει.</l><l n="49">Ἄρης δʼ ἀντολίηθεν ἀνερχόμενος μεγατόλμους,</l><l n="50"> θαρσαλέους ῥέζει, ποτὲ δʼ οὖ πραπίσινμάλα δεινούς.</l><l n="51">δύνων δʼ αὖτʼ ἄλγεσσι βροτοὺς ἄταις τε προσάπτει,</l><l n="52">σύλησέν τʼ ὄλβον, βιότου τʼ ἀνέφηνʼ ἐπιδευεῖς.</l><l n="53">ἐν δʼ ἄρʼ ὑποχθ ὀνίῳ κέντρῳ σύνεσίν τε χαλέπτει,</l><l n="54">αἰεί τʼ ἐν θορύβοισι καὶ ἐν σινέεσσι τίθησιν,</l><l n="55"> τραύματα δʼ αἰὲν ἔδωκεν, ἰδὲ σπασμοῖσι χαλέπτει,</l><l n="56">κινδύνους τʼ ἐπάγει θαμέας, βιότοιό θʼ ἅμ’ ἔρδει</l><l n="57">αὐχμηρούς, τέκνων δὲ γονῆς ἢ πάμπαν ἄμερσεν,</l><l n="58">ἢἕνα τηλύγετόν περ ἐνὶ μεγάροισιν ἔδωκεν·</l><l n="59">δεινὸς δʼ ἀμφὶ γάμους· ἢ γὰρ θαμὰ λέκτρα διείργει,</l><l n="60"> ἢ λώβην τιν’ ἀεικελίην ἀκάχησε γυναικός.</l><l n="61">ὕψι δʼ ἐπεμβεβαὼς μέσον οὐρανὸν ἄλλοτε μέν τε</l><l n="62">τέχνας δῶκε βροτοῖσι βαναύσους ἔργα βίοιο·</l><l n="63">ὁππότε δʼ εὐεργῶν ἐπιμαρτυρίῃσι σὺν ἄστρων</l><pb n="23"/><l n="64">δέρκηθʼ, ἡγεμόνας θῆκε φρουρούς τε τυράννων,</l><l n="65"> εὔθηκτον φορέοντας ἑὸν περὶ σῶμα σίδηρον,</l><l n="66">ἐν πόλεσιν δήμοισί τʼ ἀριπρεπέας πολιούχους·</l><l n="67">ἐξαπίνης δʼ ἔσφηλεν ἐς οὐρανὸν αἰπὺν ἀείρας</l><l n="68">δειλαίους φῶτας ποτὶ Τάρταρον ἠερόεντα·</l></div></div></div></body></text></TEI>