<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" n="1"><l n="189">πολίων κλήρους καὶ κτήσιας ἀμφιέποντας.</l><l n="190"> ὣς δʼ αὔτως Ἑρμης ὥρης ὕπερ ὁλκὸν ἀμείβων</l><l n="191">τεύχει ἐπʼ ὠκεανοῖο δύσιν Φαέθοντος ἰόντος</l><l n="192">εὐόλβους ἔργοις τε καὶ εὐκτεάνοισι τραπέζαις</l><l n="193"><del>παίδων θʼ ἡγητῆρας ἢ αὐτῶν θῆκεν ἀνάκτων</del>.</l><l n="194">ὥρῃ δʼ ἐμβεβαὼς Πυρόεις δυτικῷ παρεούσης</l><l n="195"> Ἀφρογενοῦς κέντρῳ φθορέας λέκτρων ἀνέφηνεν</l><l n="196">ἀλλοτρίων, ἀλόχους δέ τʼὀπιπεύσαντες ἄγονται</l><l n="197">ἐξ εὐνῆς ἑτέρων· αἱ δʼ αὐτοὺς οὔτι τίουσιν,</l><l n="198">ἀλλὰ πόθοιο κορεσσάμεναι μάχλου τε κυθήρης</l><pb n="28"/><l n="199">αὖθις ἐπʼ ἄλλα μέλαθρα καὶ ἄλλους ἦλθον ὁμεύνους,</l><l n="200"> πολλάκι δʼ αὐτοχερὶ σφετέρων ποσίων ἐδάμησαν·</l><l n="201">ζώοις δʼ ἐν τροπικοῖσι χερείονα τῶνδε τελοῦσιν.</l><l n="202">ταῦτα δὲ καὶ Παφίη τεύχει πάλιν ὡρονομοῦσα,</l><l n="203">εὖτʼ ἂν Ἄρης δύνῃ, πλέοσιν δʼ ἔτι καὶ συνοχῇσιν</l><l n="204">εἱρκτῇσίν τʼ ἐπέδησε γυναικείης ἕνεκʼ ἄτης·</l><l n="205"> ὅσσα δʼ ἐπεκτήσαντο νέοι, τάδ’ ὄλεσσαν ἅπαντα</l><l n="206">ἐς γῆρας, πενίῃ δὲ κακῇ ἄλληκτα μογεῦσιν.</l><l n="207">εὖτ’ ἂν δʼ Ἑρμείης μὲν ἐπείγητʼ ἐς δύσιν ἐλθεῖν,</l><l n="208">ἐν δʼ ὥρῃ Θοῦρος φλογὶ μαρμαίρῃ κατέναντα,</l><l n="209">ὀξεῖς ἔν τε νόῳ καὶ μήδεσι θῆκεν ἀγητούς, </l><l n="210"> ἐσθλούς δʼ ἐν σοφίῃσιν, ἰδὲ δρηστῆρας ἐν ἔργοις.</l><l n="211">Ἑρμοῦ δʼ ἀντέλλοντος ἐπὴν Ἄρης πάλι δύνῃ,</l><l n="212">δεινὸν σχῆμα τέτυκται, ἐπεὶ βιότῳ μὲν ἀνίας,</l><l n="213">ἐν δʼ ἀγορῇ κρίσιας, θωήν θʼ ἅμα νείκεσι πολλοῖς</l><l n="214">ἴσχουσι γραπτῶν ἕνεκεν· Μήνην δʼ ἐσορῶντες</l><l n="215"> καὶ δὲ καὶ Ἠλιον μερόπων τεύχουσι φονῆας,</l><l n="216">αἰεὶ δʼ ἔκπτωσιν βιότου τεύχουσι πρὸς οἴκους.</l><l n="217">ταῦτα δὲ καὶ δοιοῖς ἑτέροις τεύχουσιν ἐόντες</l><l n="218">ἀστέρες ἐν κέντροισιν, ὅσʼ αὐτίκα δὴ κατέλεξα.</l></div></div></div></body></text></TEI>