<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" n="1"><l n="159">πένθεα γεινομένοισι τελεῖ δειλοῖς ἐπὶ τέκνοις.</l><l n="160"> ἔμπαλι δʼ εἰ Στίλβων μὲν ἀνέρχοιτ’, αὐτὰρ ὁ δύνοι,</l><l n="161">νείκεα καὶ κρίσιας γραπτῶν χάριν ἠὲ μάλʼ αἰνῶν</l><l n="162">ἔργων ἴσχουσιν, θωὴν δʼ ἐπὶ τοῖσιν ἔτλησαν.</l><l n="163">Zηνὸς δʼ ὡρονομοῦντος, ἐπὴν Ἄρης πάλι δύν ῃ,</l><l n="164">οὐχ ὁμαλὸν βίοτον δῶκαν· ποτὲ μὲν γὰρ ἄειραν</l><l n="165"> ὑψοῦ, κυδαλίμους τε καὶ ἀφνειοὺς μάλʼ ἔθηκαν,</l><l n="166">ἄλλοτε δʼ ἔσφηλαν κτεάνων τʼ ἄπο πάμπαν ἄμερσαν,</l><l n="167">καὶ καμάτους βιότοιο χάριν μόχθους τʼ ἐπάγουσιν.</l><l n="168">ταῦτα δέ, κἢν δύνῃσι, πάλιν Ζ εὺς ὡρονομοῦντος</l><l n="169">Ἄρεος ἐξετέλεσσεν ἐπὶ πλέον, οὕνεκα τῆμος</l><pb n="27"/><l n="170"> δάκρυα καὶ στοναχὰς φθιμένοις ὤπασσ’ ἐπὶ τέκνοις,</l><l n="171">καὶ δʼ ἀλόχοις ἥρμοσσεν ἀεικελίαις, τέκν’ ἀπʼ ἄλλων</l><l n="172">ἤδη θρεψαμέναις, ἃ στέρξουσ αὐτοὶ ἀνάγκῃ·</l><l n="173">πάντας δʼ αὖτε κασιγνήτους φιλίης ἀπὸ πάτρης</l><l n="174">ἄλλον ἐπ’ ἀλλοίης τηλοῦ γαίης ἐκέδασσεν·</l><l n="175"> μόχθων δʼ ἐς γῆρας προτέρων ἀνάπαυσιν ἔδωκεν.</l><l n="176">ἐκ περάτης δʼ ἀνιὼν Φαέθων κατέναντα Κυθήρης</l><l n="177">ἐς δύσιν ἐρχομένης πολυόλβους τρισμάκαράς τε</l><l n="178">ῥέζει, καὶ μεγάλων ἀλόχων ἥρμοσσε γάμοισιν,</l><l n="179">ῥηιδίαις δʼ ἐς κύπριν ἰδὲ ξυναῖς φιλότησιν·</l><l n="180"> κτῆσιν δʼ αὖτʼ ἰδίην τοκέων ἄπʼ ἄμετρον ἔδωκεν.</l><l n="181">μαρμαίρουσα δʼ ἀπʼ ἀντολίης ἐρατὴ Κυ θέρεια</l><l n="182">δυόμ ενόν τʼ ἐσορῶσα πυρίγληνον Φαέθοντα</l><l n="183">ὄλβον κυδήεντα καὶ εὐκλέα φῆμιν ὄπασσεν,</l><l n="184">καὶ γάμου ἱμερόεντος ἐυφροσύνῃσιν ἰαίνει·</l><l n="185"> τῆμος γὰρ σεμναί τʼ ἄλοχοι τίουσί τʼ ἀκοίτας.</l><l n="186">ἐξ ὥρης δʼ ἐσορῶν Ζεὺς Ἑρμείην κατέναντα</l><l n="187">κοσμεῖ μὲν πλούτῳ μύθοισί τε καὶ σοφίῃσιν,</l><l n="188">ἀσχολίην δʼ ὤπασσ’ ἀφένευς βασιληίου ἀμφίς,
 <gap reason="omitted"/></l></div></div></div></body></text></TEI>