<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" n="1"><l n="129">κρυπταδίοισι σίνεσσι καὶ ἄλγεσι φῶτα χαλέπτει·</l><l n="130"> πολλάκι καὶ πτώσεις ὀρόφων κατὰ κρατὸς ἐφῆκεν.</l><l n="131">μοῦνοιμὲν κέντροισι τάδʼ ἐμβεβαῶτες ἔφηναν.</l><l n="132">Ἀλλήλους δʼ ὁρόωντες ὑπὲρ κέντρων κάτέναντα
 <gap reason="omitted"/></l><l n="133">ὡρονόμ ου μὲν ὕπερ Φσίνων, Φαέθων δέ τε δύνων</l><l n="134">ὁπλοτέροισι κασιγνήτοις θάνατον τελέουσιν,</l><l n="135"> πρὸς δʼ ἔτι γεινομένοισι χρόνους νεότητος ἀνιγρούς,</l><l n="136">ὑστάτιον δὲ χρόνον λιπαρὸν καὶ γῆρας ἐν ὄλβῳ.</l><l n="137">ἔμπαλι δʼ ἐν τούτοις κατεναντίον ὡρονομοῦντος</l><l n="138">Ζην ὸς καὶ πολιοῖο Κρόνου δύνοντος ἔναντα,</l><l n="139">πρεσβυτέροις μὲν πότμος ἀδελφειοῖσι τελεῖται,</l><l n="140"> εὐδαίμων δὲ φανεὶς πρόσθεν βροτὸς ὕστατα κάμνει.</l><l n="141">εὖτ’ ἂν δʼ ἀντέλλῃ Φσίνων, Πυρόεις δέ τε δύν ῃ,</l><l n="142">πενθαλέοισιν ἑὴν ἄλοχον τύμβοισι καλύψας</l><l n="143">χῆρον δηναιὸν κλαύσει κατὰ δώματα λέκτρον·</l><l n="144">τήνδε καὶ ἐν τροπικοῖς ζώοις θαμὰ τλήσετʼ ἀνίην.</l><pb n="26"/><l n="145"> εἰ δʼ ἄρʼ ἀνερχομένου Ἄρεος Φαἴνων πάλι δύνῃ,</l><l n="146">δυστυχίην μάλα γεινομένοις φαίνουσι κατʼ οἶκον.</l><l n="147">δ υνούσης Παφίης δʼ ὁπότʼ ἂν Κρόνος ὡρονομ ήσ ῃ,</l><l n="148">οὐ μόνον αἰνόγαμοι καὶ δυσκλέες εἵνεχ’ ὁμεύνων,</l><l n="149">ἀλλʼ ἔτι καὶ πατέρες παίδων ἐς πάμπαν ἄπαιδες</l><l n="150"> γίνονται· στείρας γὰρ ἢ ὠμοτόκους παρακοίτις</l><l n="151">ἐς θαλάμους εἴρυσσαν, ἰδ’ αἴσχεα πολλὰ τελούσας·</l><l n="152">εἰ δὲ καὶ ἐν τρο πικοῖσιν ἔοι ζώοις κατέναντα,</l><l n="153">οὐχὶ μόνον πιναραῖς ἀλόχοις γάμον ἐζεύξαντο,</l><l n="154">ἀλλʼ αὐτοὶ πρήξεις κυθέρης ἀγάπησαν ἀθέσμους.</l><l n="155"> εἴκελα δʼ ἀντέλλουσα πάλιν τούτοις Κυθέρεια,</l><l n="156">πρὸς δύσιν ἐρχομένοιο Κρόνου χαλεποῦ μάλʼ ἐόντος,</l><l n="157">μάχλοις πρεσβυτέραις ἢ καὶ δούλῃσι συνάπτει.</l><l n="158">εἰ δʼ Ἑρμῆς δύνῃσι Κρόνου βεβαῶτος ἐφʼ ὥρῃ</l></div></div></div></body></text></TEI>