Ἠελίῳ δʼ οἴῳ συναφὴν τεύχουσα Σελήνη ἔκπτωσίν τε τίθησι βίου, καὶ κήδεʼ ὀπάζει. ἢν δʼ ἀποχαζομένη Ὑπερίονος εἶτα συνάπτῃ ἐσθλοδόταις, ἀγαθὴ καὶ ὑπείροχα ἔργα φέρουσα μείζονα καί τʼ ἀρίδηλʼ ἀγάθʼ ἀνθρώποις ἀνέφηνεν. αἰεὶ δʼ ἐν γενέθλῃσι κενοδρομέουσα Σελήνη πλαζομένους βιότους καὶ ἄλην ξείνης ἐπὶ γαίης ῥέζει, λιτοτέρους τε βίῳ καὶ πολλὰ μογεῦντας. χρὴ δʼ αἰεὶ γενέθλης πρότερον νεοφεγ γέα Μήνην καὶ δʼ ἔτι πληροσέληνον ἐνὶ πραπίδεσσιν ὁρᾶσθαι, ὅππῃ τάσδε δύω φάσιας παρεοῦσα τέλεσσεν, ἢ καὶ συντροχάουσ᾿, ἐπεὶ ἐσθλοδόταις μὲν ἀρίστη πρώτας ἀκτῖνας ξυνουμένη ἠέ τε πλήρεις, σύν χαλεποῖσι δʼ ἐοῦσα πανεικέλιον μένος ἴσχει κείνοισιν, λυγροῦ τε βίου πλήρωσε γενέθλην. ἔξοχα δʼ αὖ κακὰ πάντοτʼ ἐπὶ θνητοῖσι κυλίνδει ἐν φάσεσιν πάσῃσιν, ἐν αἷς Πυρόεντι συνάψῃ· κἢν ἐπὶ συνδέσμου βαίνῃ, μανίῃσι προσάπτει, ἢ σπασμοὺς νοῦσόν θʼ ἱερὴν καὶ ἀναλθέας ἄτας. ἄντα δʼ ἄρ᾿ Ἠελίου χαίρει τροχάουσα Σελήνη, πλήρει ἐπεὶ κύκλῳ τότʼ ἀγάλλεται αὐγάζουσα, καί τε κλέους ὄλβου τε παραιτίη ἐστὶ βροτοῖσιν. ΒΙΒΛΙΟΝ Γ. B. Ἐν τῷ γ΄ βιβλίῳ φησίν· Α. Τί ἀποτελεῖ ἕκαστος τῶν ἑπτὰ πλανητῶν ὡρονομῶν ἐν ἰδίῳ οἴκῳ καὶ ἐν παντὶ τῶν ἄλλων τριῶν κέντρων μόνος εὑρισκόμενος ἐν ἰδίῳ μέντοι οἴκῳ. Β. Τί ἀποτελεῖ, ἡνίκα ἑνὸς ὡρονομοῦντος ἕτερος ἐπὶ τοῦ δυτικοῦ κέντρου μόνος θεωροῖτο, καὶ τὸ τῶν ἀνθρώπων ἀποτέλεσμα ἀπαραλλάκτως εὑρισκόμενον, κἂν ἐπὶ τοῦ μεσουρανήματος καὶ ἀντιμεσουρανήματος εὑρεθῶσιν, ἑαυτοὺς ἀναμετροῦντες εἷς μὲν ἄνω, εἶς δὲ κάτω ὤν. Γ. Τί ἀποτελοῦσιν οἱ συμμαρτυροῦντες ἀλλήλοις, ἢ καὶ συσχηματιζόμενοι, ἢ καὶ ἐπιβλέποντες ἑαυτούς. Δ. Τί ἀποτελεῖται Ἡλίου καὶ Σελήνης ἑαυτοῖς συσχηματιζομένων, τοῦ μὲν ἐν ἀρσενικοῖς προσφόρως τῇ οἰκείᾳ φύσει, τῆς δὲ ἐν ζώοις θήλεσιν εὑρισκομένης, ἢ τὸ ἀνάπαλιν, ἢ καὶ ἀμφοτέρων ἐν ἄρρεσιν, καὶ ἀμφοτέρων ἐν θήλεσιν, καὶ τί μὲν ἐπὶ ἀνδρός, τί δὲ ἐπὶ γυναικὸς ταῦτα ἀποτελεῖ. Ε. Περὶ χρόνων ζωῆς, καὶ πῶς μὲν τούτους ἐφοδευτέον δι᾿ ἡμέρας, πῶς δὲ νυκτός· καὶ πότε μὲν ἀπὸ τῶνδε, πότε δὲ ἀφ᾿ ἑτέρων τούτους παραληπτέον. Ὅσσα μὲν ἀλλήλων οἴκοις τελέουσι βροτοῖσιν. ἀστέρες, Ἠελίῳ τε πυριπλήθοντι συνόντες, ὁππόσα καὶ κεραῆς συναφαῖς τεύχουσι Σελήνης, ἐν προτέραις σελίδεσσι μάλʼ ἀτρεκέως κατέλεξα. νῦν δʼ ἐπιμαρτυρίας αὐτῶν καὶ σχήματα πάντα, ἀλλήλων θʼ ὅσα δρῶσιν ὑπ’ ἀκτίνεσσιν ἐόντες, καὶ κέντροις πισύρεσσιν ἐπεμβεβαῶτες, ἀείσω. Πρῶτα μὲν οὖν Φαίνων ὑπὲρ ὡρονόμοιο βεβηκώς