<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="1"><l n="451">ἢν δʼ Ἑρμῇ, πινυτούς τε καὶ εὔφρονας ἐξετέλεσσεν.</l><l n="452">ἢν δὲ Κρόνον προλιποῦσα κενὸν δρόμον ἐξανύῃσιν,</l><l n="453">ἢ καὶ Ἄρῃ μετέπειτα συνάπτῃ, πάγχυ κακίστη·</l><l n="454">αὐχμηροὺς τεύχει γὰρ ἀναγκαίου βιότοιο,</l><l n="455"> οἵτʼ ἔργοις κενεοῖς καμάτοισί τε μοχθίζοντες</l><l n="456">οὔποτε λιμηρὴν πενίην ἐδύνανθʼ ὑπαλύξαι,</l><l n="457">πρὸς δʼ ἔτι καὶ ζωῆς τέκμωρ λυγρὸν ἐξανύοντας,</l><l n="458">πολλάκι δʼ ὠκυμόρους τε καὶ ἐν νεότητι θανόντας·</l><l n="459">οἱ δὲ καὶ εὐτροχάλοις δειρὴν σφίγγουσι βρόχοισιν.</l><l n="460">ἢν δʼ ἀπὸ μὲν Κυθέρης ἢ καὶ Ζηνὸς πολυφεγγοῦς</l><l n="461">ἢ καὶ ἀφʼ Ἑρμάωνος ἀπορρέῃ, ἔμπαλι δʼ ἐξῆς</l><l n="462">ἢ Κρόνῳ ἢ Πυρόεντι συνάπτῃ, δεινὴ ἐτύχθη·</l><l n="463">οἴκων γὰρ φθείρει κτῆσιν βιότῳ προϊοῦσιν,</l><l n="464">καὶ χαλεπὴν πενίην γήρως ἐπὶ λυγροῦ ὀπάζει.</l><l n="465">φαύλη καὶ κερόεσσα συνάπτουσ’ Ἄρεϊ Μήνη·</l><l n="466">κλῆρον γάρ τε δόμων πατρώιον ἐξαπόλεσσεν</l><l n="467">καὶ μητρῷον ὁμοῦ, ποτὲ δʼ αὖ καὶ μητέρας αὐτάς·</l><l n="468">γεινομένους δʼ αὐτούς μεγαληγορίῃσι χανόντας</l><l n="469">ῥέζει παντόλμους τε θρασεῖς τ᾿, ἐπὶ τοῖσι βιαίους,</l><l n="470"> ἀστεμφεῖς, ὠμοὺς καὶ ἀπηνέα ἔργα τελοῦντας,</l><l n="471">τοὔνεκα καὶ πταίοντας ἐν ἔργμασιν, ὁππόσʼ ἕλωνται·</l><l n="472">καὶ δὲ δέσιν θνητοῖσι πόρεν κείνῳ συνιοῦσα.</l><pb n="19"/><l n="473">ἶσα δὲ καὶ συνιούσῃ ἀπορρείουσʼ ἀπὸ Θούρου.</l><l n="474">εἰ δέ τ᾿ ἀπορρείῃ μὲν ἀπʼ Ἄρεος, εἶτα κυνάπτῃ</l><l n="475"> κυδίστῳ Κρονίδῃ, πολυόλβους τῆμος ἔτευξεν</l><l n="476">καὶ μακαριστοτάτους, πρήξεις τʼ ἀγαθὰς τελέοντας.</l><l n="477">ταῦτα δὲ καὶ Κυθέρῃ συναφὴν τεύχουσ’ ἀπ᾿ Ἄρηος</l><l n="478">ῥέζει· πρὸς δʼ Ἑρμῆν, βουλαῖς μύθοισί τ᾿ ἀρίστους,</l><l n="479">αἰὲν ὑπὲρ θνητούς πυκιναῖς πραπίδεσσι νοοῦντας.</l><l n="480">τοῖα δὲ καὶ διάμετρος ἀεὶ πέντʼ ἀστράσι τεύχει.</l></div></div></div></body></text></TEI>