<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="1"><l n="424">γεινομένοις δʼ αὐτοῖς θόρυβον καὶ πήματʼ ἔδωκεν·</l><l n="420"> τοὺς δʼ ἄρα καὶ πάτρης γλυκερῆς θῆκεν μετανάστας·</l><l n="425"> ἠ ματίῃ γενέθλῃ δʼ ὀλοώτατος ἔπλετο πάντων,</l><l n="421"> ἥσσων δʼ ἑσπέριος γεγαὼς ἀδρανέστερα ῥέζει.</l><l n="426">Ἀφρογενὴς δὲ συνοῦσʼ Ὑπερίονι γεινομένοισιν</l><l n="427">δυσγαμίην παρέχει καὶ δύσκλειαν περὶ λέκτρα·</l><l n="428">ἤτοι γὰρ πενιχραῖς ἢ δούλαις ἢ καὶ ἀνάγνοις,</l><l n="429">ἢ καὶ πρεσβυτέρῃσι συνέζευξεν μάλʼ ἀεικῶς,</l><l n="430"> ἢ ἔτι καὶ πιναροῖσιν ἐφεζομέναις στεγέεσσιν.</l><l n="431">Ἑρμῆς δʼ Ἠελίῳ ξυνὴν βαίνων κατʼ ἀταρπὸν</l><l n="432">ἤμερσεν σοφίης καὶ παιδείης μάλα πάσης·</l><l n="433">ἑζομένους δʼ ὤπασσε βίους <gap reason="omitted"/></l><l n="434"><gap reason="omitted"/> μάλα δʼ ἡῴῃσιν ἀνάσσων <note type="marginal">434</note>
  ἀνέρας ἀφνειοὺς |</l><l n="433a"> ποίησε πόλει παναγήτους <note type="marginal">433</note>
<gap reason="omitted"/></l><l n="435"> πρῆξίν θ᾿ ἥσσονα δῶκ᾿, ἐν πρήξεΐ τʼ ἔμμεν ὑπ᾿ ἄλλοις.</l><l n="436">Τόσσα μὲν Ἠελίῳ μούνῳ ξυνῇ παρεόντες</l><l n="437">ῥέζουσ᾿, ἶσα δὲ τοῖσι καὶ ἀντίον Ἠελίοιο</l><l n="438">φαινόμενοι. Μήνη δʼ ἃ σὺν αὐτοῖσιν παρεοῦσα</l><l n="439">ῥέζει ἐν δισσῇσιν ἀπορροίαις συναφαῖς τε</l><l n="440"> θνητοῖς ἐν μογερῷ βιότῳ, καὶ νῦν ἐνέποιμι.</l><l n="441">ἀστέρι μὲν Φαἰνοντος ἐπερχομένη συναφῇσιν,</l><l n="442">αὐγαῖς αὐξομένη κρείσσων, περὶ μητέρα δʼ αἰνούς</l><pb n="18"/><l n="443">ψυχμοὺς ἠδὲ νόσους παρέχει, σίνεσίν τε προσάπτει,</l><l n="444">αὐτούς δʼ ἀπροκόπους καὶ δειμαλέους περὶ πρῆξιν</l><l n="445"> ἐνσινέας τε τίθησιν. ἀπορρείουσα δὲ τούτου,</l><l n="446">ἢν μὲν Ζηνὶ συνάπτῃ ἢ ἁβροκόμῳ Κυθερείῃ,</l><l n="447">ἐσθλὴ καὶ δώτειρα βίου πλούτοιό τε πολλοῦ,</l><l n="448">πυροφόρων δʼ ἀγρῶνκτῆσιν κρατερῶν τε μελάθρων</l><l n="449">δῶκεν, καὶ κῦδος φήμην τʼ ἀγαθὴν παρὰ δήμοις,</l><l n="450"> καὶ φιλίην ἀνδρῶν, ἧσπερ χρῄζουσιν, ἑταίρων·</l></div></div></div></body></text></TEI>