<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="1"><l n="392">πρήξιας ἀνθρώποις ἀγαθὰς καὶ κῦδος ὀπάζει·</l><l n="393">ἢν δὲ μεσουρανέῃ νυκτός, βασιλῆας ἔθηκεν.</l><l n="394">οἱ δʼ ἄρ᾿ ἀμειβόμενοι ζῶʼ ἀλλήλων κατὰ κύκλον,</l><l n="395"> ζώοις δʼ ἐμβεβαῶτες ἐπʼ ἀλλήλων κατὰ κύκλον,</l><l n="396">Μήνῃ μὲν Τιτάν, Μήνη δὲ γέγηθε Λέοντι.</l><l n="397">τοῖα μὲν ἀλλήλων οἴκοις ὁρίοις τε παρόντες</l><l n="398">τεύχουσ’ ἄλλα τε πολλὰ πολυτλήτοις μερόπεσσιν.</l><l n="399">Αὐτὰρ ἀληθείην πᾶσαν βροτέου βιότοιο</l><l n="400"> σύγκρασις διέκριν᾿, ἐπιμαρτυρίαι τε φαεινῶν</l><l n="401">ἄστρων ἀλλήλοις χώροις θʼ, ὑπὲρ ὧν γεγάασιν·</l><l n="402">ὅσσα δʼ ἄμ Ἠελίῳ δρῶσιν παρεόντες, ἀείσω.</l><l n="403">πάντες μὲν χαίρουσιν ἐπʼ ἀντολίῃσιν ἐόντες,</l><l n="404">ὡς ἐν ἑοῖσιν ἕκαστος ἀγαλλόμενος βασιλείοις,</l><l n="405"> καί ῥά τʼ ἐπ ἀντολίης μὲν ἰόντες ἅτʼ ἐς νεότητα,</l><l n="406">θνητοῖς πάντα τελοῦσιν ἄγαν κρατεροὶ παρεόντες·</l><l n="407">ἑσπερίοισι δὲ βαρδύτεροι προίασι χρόνοισιν</l><l n="408">δείελοι αὐγῇσιν σφαλεραῖς ὑποπεπτηῶτες,</l><l n="409">ἀδρανέες τε πέλονται ἑὸν σθένος ἀμβλύνοντες.</l><l n="410">Φαίνων μὲν δὴ πρῶτα σύν Ἠελίῳ κατὰ πάντων</l><l n="411">ζωιδίων πλήθει ξυνῶν ἀγαθῶν τε κακῶν τε,</l><l n="412">κρείσσων μέν τε κατ᾿ ἦμαρ ἐών, βλάπτων δʼ ἐνὶ νυκτί·</l><pb n="17"/><l n="413">τεύχει γὰρ πατέρας μὲν ἀγακλειτοὺς καὶ ἐπόλβους,</l><l n="414">μητέρα δʼ ὠκύμορον θανάτῳ διέκρινε τοκῆος,</l><l n="415"> αὐτῶν δὲ κτῆσιν μινύθει οἶκόν τε πατρῷον,</l><l n="416">ἀλλʼ οὐχ ὡς πενιχροὺς πάμπαν καὶ ἀχρήμονας εἶναι.</l><l n="417">καὶ Φαέθων μετὰ τῆνος πατρώια πάντα</l><l n="418">φθείρει, παντοίαις τε βλάβαις ἄταις τʼ ἐπέδησεν·</l><l n="419"> πολλάκι καὶ ξείνης γαίης ἔπι πήματʼ ἔδωκεν,</l><l n="422"> ἠῷος μὲν μείον᾿, ἐφʼ ἐ σπερίῃσι δὲ δεινά.</l><l n="423">Ἄρης δʼ Ἠελίῳ συνιών πατράσιν μὲν ἀνίας,</l></div></div></div></body></text></TEI>