<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="1"><l n="362">ἔρδει, καὶ βιότῳ προφανεῖς καὶ ἀγακλέας ἄνδρας. —</l><l n="363">ἐν δʼ οἴκῳ Μσήνης Φαίνων μητρὸς βίον αἰεὶ</l><l n="364">φθείρει Ἠελίοιο βολὰς καὶ φέγγος ὁρώσης,</l><l n="365"> αὐτούς δʼ ἐν νούσοις δολιχαῖς ἄταις τʼ ἐδάμασσεν,</l><l n="366">ἠὲ μελαγχολίῃσι καὶ ἄλγεσι κρυπτομένοισιν,</l><l n="367">ἄχρι κεν ἵζηνται μακάρων ἱεροῖς παρὰ βωμοῖς.</l><l n="368">γήθει δʼ οὖ Φαέθων ἐν Καρκίνῳ, οὕνεκεν αὐτοῦ</l><l n="369">ὑψοῦται, πλεόνων τε γονὴν τέκνων μάλʼ ὀπάζει,</l><l n="370"> καὶ βίον ἐν μεγάροισι καὶ εὐκλέα φῆμιν ἀπάντῃ</l><l n="371">δῶκεν, καὶ φιλίην μεγάλων καὶ κέρδεα νωμᾶν.</l><l n="372">Ἄρης δʼ ἐν Μήνης οἴκοις μεγαθαρσέας ἔρδει</l><l n="373">καὶ μάλʼ ἀγηνορίῃσι πεποιθότας, οὐκ ἀλέγοντας</l><l n="374">οὔτε τι κινδύνων ἰδʼ ὁμοκλῆς, οὔτε φόβοιο·</l><l n="375"> τῷ καὶ σφάλλονται θαμινὰ σφετέροισιν ἐπʼ ἔργοις·</l><l n="376">ἄλλοι δʼ οὖ τέχνης ἐπιίστορες ἐξεγένοντο·</l><l n="377">πάντες δʼ ἀλγεινοῖσι περιπταίουσι σίνεσσιν,</l><l n="378">τῶν πλεόνων δὲ βίῃ θάνατος καὶ μοῖρα τελεῖται.</l><l n="379">οὐδὲ μὲν οὐδὲ Κύπρις γήθει Μήνης ἐνὶ οἴκῳ·</l><l n="380"> μάχλους γὰρ τεύχει καὶ τερπομένους φιλότητι,</l><l n="381">ἄλλα τʼ ἐπʼ ἀλλοίοις κακά τʼ αἴσχεα πολλὰ τελοῦντας·</l><pb n="16"/><l n="382">καὶ δʼ ἑτέροις τροπικοῖς ζώοις πάντεσσι τάδʼ ἔρδει.</l><l n="383">χρυσοφαὴς δʼ Ἑρμῆς ἐν Καρκίνῳ αἰθροπολεύων</l><l n="384">ὀξεῖς ἐν πραπίδεσσι, νοήμονας, ἄλλοτε δʼ ἄλλῃ</l><l n="385"> βουλῇ τερπομένους μήτʼ ἔμπεδα μητιόωντας</l><l n="386">ῥέζει, καὶ μύθοις ἀγαθοὺς ἔργοις τε φερίστους. —</l><l n="387">Ἠέλιος δʼ αὐτὸς μὲν ὑπὲρ χαροποῖο Λέοντος</l><l n="388">εὐκλέας ἐν βιότῳ καὶ ὑπείροχον εὖχος ἔχοντας</l><l n="389">ῥέζει· κέντρου δʼ αὖτε τυχών βασιλῆας ἔτευξεν,</l><l n="390"> ἢν ἐσθλῶν κοσμῆται ὑπʼ ἄστρων μαρτυρίῃσιν.</l><l n="391">ὣς δʼ αὔτως καὶ Μήνη ἐὸν δόμον ἀμφιβεβῶσα</l></div></div></div></body></text></TEI>