ἔρδει, καὶ βιότῳ προφανεῖς καὶ ἀγακλέας ἄνδρας. — ἐν δʼ οἴκῳ Μσήνης Φαίνων μητρὸς βίον αἰεὶ φθείρει Ἠελίοιο βολὰς καὶ φέγγος ὁρώσης, αὐτούς δʼ ἐν νούσοις δολιχαῖς ἄταις τʼ ἐδάμασσεν, ἠὲ μελαγχολίῃσι καὶ ἄλγεσι κρυπτομένοισιν, ἄχρι κεν ἵζηνται μακάρων ἱεροῖς παρὰ βωμοῖς. γήθει δʼ οὖ Φαέθων ἐν Καρκίνῳ, οὕνεκεν αὐτοῦ ὑψοῦται, πλεόνων τε γονὴν τέκνων μάλʼ ὀπάζει, καὶ βίον ἐν μεγάροισι καὶ εὐκλέα φῆμιν ἀπάντῃ δῶκεν, καὶ φιλίην μεγάλων καὶ κέρδεα νωμᾶν. Ἄρης δʼ ἐν Μήνης οἴκοις μεγαθαρσέας ἔρδει καὶ μάλʼ ἀγηνορίῃσι πεποιθότας, οὐκ ἀλέγοντας οὔτε τι κινδύνων ἰδʼ ὁμοκλῆς, οὔτε φόβοιο· τῷ καὶ σφάλλονται θαμινὰ σφετέροισιν ἐπʼ ἔργοις· ἄλλοι δʼ οὖ τέχνης ἐπιίστορες ἐξεγένοντο· πάντες δʼ ἀλγεινοῖσι περιπταίουσι σίνεσσιν, τῶν πλεόνων δὲ βίῃ θάνατος καὶ μοῖρα τελεῖται. οὐδὲ μὲν οὐδὲ Κύπρις γήθει Μήνης ἐνὶ οἴκῳ· μάχλους γὰρ τεύχει καὶ τερπομένους φιλότητι, ἄλλα τʼ ἐπʼ ἀλλοίοις κακά τʼ αἴσχεα πολλὰ τελοῦντας· καὶ δʼ ἑτέροις τροπικοῖς ζώοις πάντεσσι τάδʼ ἔρδει. χρυσοφαὴς δʼ Ἑρμῆς ἐν Καρκίνῳ αἰθροπολεύων ὀξεῖς ἐν πραπίδεσσι, νοήμονας, ἄλλοτε δʼ ἄλλῃ βουλῇ τερπομένους μήτʼ ἔμπεδα μητιόωντας ῥέζει, καὶ μύθοις ἀγαθοὺς ἔργοις τε φερίστους. — Ἠέλιος δʼ αὐτὸς μὲν ὑπὲρ χαροποῖο Λέοντος εὐκλέας ἐν βιότῳ καὶ ὑπείροχον εὖχος ἔχοντας ῥέζει· κέντρου δʼ αὖτε τυχών βασιλῆας ἔτευξεν, ἢν ἐσθλῶν κοσμῆται ὑπʼ ἄστρων μαρτυρίῃσιν. ὣς δʼ αὔτως καὶ Μήνη ἐὸν δόμον ἀμφιβεβῶσα