<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="1"><l n="332">εὐκλέας, ἢ κιθάρης ὑποφήτορας ἐξετέλεσσεν,</l><l n="333">ἠὲ μελῶν μολπῆς εὐρύθμου τεύκτορας ἄνδρας,</l><l n="334">ἠὲ πολυτρήτοις λιγέως μέλποντας ἐν αὐλοῖς·</l><l n="335"> ἄλλους ὀρχηθμοῦ βητάρμονας ἴδριας ἔρδει·</l><l n="336">παιδευτὰς δʼ ἄλλων τοίων ἔργων ἀνέφηνεν,</l><l n="337">ἐξ ὧν ὄλβον ἐυκτέανον κῦδός τʼ ἐνὶ δήμοις</l><l n="338">ἄρνυνται, χαρίτεσσι κεκασμένοι εὐεπίῃ τε·</l><l n="339">πρήξεσι δʼ ἐν βιότου πάντες μακάριστοι ἔασιν,</l><l n="340"> οἷσί τʼ ἐπιθύνωσʼ ἔργοις, πάντʼ ἐκτελέουσιν</l><l n="341">ᾖσιν ἐπιφροσύνῃσιν ἀμόχθως, ὥς κʼ ἐθέλωσιν. —</l><l n="342">ἐν δὲ Λέοντι, δόμῳ πανδερκέος Ἠελίοιο,</l><l n="343">Φαίνων μὲν μεγάλους τε καὶ ἐκ πατέρων ἀριδήλων</l><l n="344">τεύχει, καί τʼ ὄλβῳ βιότου ἅμα κῦδος ὀπάζει,</l><l n="345"> ἀλλὰ κακῷ θανάτῳ ὀλέσει πάντως γενετῆρα,</l><l n="346">ἢ βίῃ ἢ φθορίμων ὑγρῶν πλήθεσσι χαλέψας.</l><l n="347">δεικήλῳ δʼ ἐν τῷδε Διὸς πολυφεγγέος ἀστὴρ</l><l n="348">ὥστʼ οἴκῳ σφετέρῳ χαίρει, ἐπεί ἐστι τρίγωνον</l><l n="349">αὐτοῦ, ὡς καὶ πρόσθεν ἀείσαμεν, Ἠελίου τε,</l><pb n="15"/><l n="350"> καὶ μεγάλους βασιλῆας ἢ ἴσους κοιρανέουσιν,</l><l n="351">ἤ που τῶν ἑτάρους τεύχει, λαοῖσιν ἀγητούς·</l><l n="352">πάντας δʼ ἀφνειοὺς καὶ τιμήεντας ἔθηκεν.</l><l n="353">αὐτὰρ Ἄρης ἐπὶ τῷδε πατρώια πάντʼ ἐκέδασσεν,</l><l n="354">καὶ σίνος ὀφθαλμῶν δῶκεν, βιότου δʼ ἄρα πρῆξιν</l><l n="355"> πολλὴν ἀμφὶ πυρὸς πολιοῦ τʼ ἄπο δῶκε σιδήρου,</l><l n="356">τοῖς δʼ ἔργοις σκληρὰς καὶ ἀπηνέας ὤπασε τέχνας·</l><l n="357">αἰεὶ δʼ ἔν τε Λέοντι καὶ ἐν Μήνης δόμῳ ὀφθεὶς</l><l n="358">ὠκυμόρους τεύχει, τούς δʼ ἡμιβίους ἐναρίζει.</l><l n="359">Ἀφρογενὴς δὲ Λέοντι βεβηκυῖʼ οὐ μάλα χαίρει·</l><l n="360"> δυσγαμίην τεύχει, ποτὲ δʼ αὖτʼ ἀλόχοιο διείργει.</l><l n="361">ἀλλʼ Ἑρμῆς πινυτούς τε καὶ ἐν μύθοισι φερίστους</l></div></div></div></body></text></TEI>