δοιοὶ μὲν προτίοπτοι ἰδʼ ὀφθαλμοῖσιν ὁρητοί, οἱ δʼ ἄλλοι μήτι μερόπων πραπίσιν τε νοητοί. ἑπτʼ ἀιδεῖς μὲν ἔασιν ἰδʼ ἐν φρεσὶ μοῦνον ὁρητοί, ἀλλήλοις δὲ παραβλήδην στρωφώμενοι αἰεί· ὃς μὲν γὰρ πρῶτος πόλου δινεύμενος ὑψοῦ, ὅντε Βόρ ειον φῶτες ἐπίκλησιν καλέουσιν· τὸν δὲ μέτα τροπικὸς θ έρεος πυριλαμπέος ὥρης γίνεται· τείνονται μεσάτοιο, διʼ οὗ θοὸν ἅρμα τιταίνων ἴσην Ἠέλιος τεύχει νύκτʼ ἄμβροτον ἠοῖ· τῷ δʼ ἔπι χειμ ἐρίοιο τροπῆς κύκλος ἐστήρικται· ἑξείης δʼ ἐπὶ τῷ Νότιος πέλει, οὗ ῥά τε βαιὴν φράζεο μοῖραν ὕπερθε,τὸ γὰρ πλέον ἔσθʼ ὑπὸ γαῖαν τοὺς δὲ μέσους τέμνουσι δύω κύκλοι ἄξονος αὐτοῦ ἄκρης ἀρχόμενοι κορυφῆς· αὐτοί γε μὲν ἄμφω ἀλλήλους ἄχρις Νοτίου τέμνουσι πόλοιο, ὃς μὲν ἐνὶ θνητοῖσι καλούμενος ὀρθὸν Ὁρίζων, ὃς δὲ Μεσημβρινὸς ὑψοῦ ἄκρης κυρτούμενος αἴθρης. ἀμφότεροι δʼ ἄρα τοίγε πόλων ἔντοσθεν ἐόντες ἐντὸς ἐέργουσιν δίνην περικείμενοι ἄστρων. οἵδε μὲν ἐν πραπίδεσσιν ἀριφραδέες τελέθουσιν γνώσασθαι κύκλοι. τοὺς δʼαὐθʼ ἑτέρους καὶ ὑπʼὅσσοις δερκόμεθʼ, εὖτ’ ἂν γαῖαν ἐπιτρέχῃ ἀμβροσίη νύξ, τὸν μὲν ἴσον χροιῇ λευκῷ φαίνοντα γάλακτι, τὸν δʼ ὑπὸ δεικήλοισι δυώδεκα παμφαίνοντα Ζω δισκόν· λοξοὶ δʼ ἐπαμοιβαδὶς ἐζώσαντο οὐρανὸν ἀμφότεροι δίχα τέμνοντές σφεας αὐτούς. ἑπτὰ δʼἄρ’, ὥσπερ πρόσθεν ἀείσαμεν,εἰσὶν ἄιστοι καὶ μοῦνον πυκινῇσιν ἐνὶ φρεσὶν ἑστηῶτες, οὕνεκεν οὐ ζώων μορφαῖς ὁλκοῖς τε φαεινοῖς οὐδὲ μὲν οὐ χροιῇσι διάκριτοι εἰσορόωνται,