<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="1"><l n="302">μηδομένους, κλῶπας, ληίστορας, ἀνδροφονῆας,</l><l n="303">ὅρκων οὐδʼ ὅσσον τι νόῳ κρυερῷ ἀλέγοντας.</l><l n="304">ταῦτα δὲ καὶ Στίλβων Ἄρεως ἐν δώμασιν ἔρδει,</l><l n="305"> πλαστογράφους τεύχων, λυμάντορας, ἠπεροπευτάς,</l><l n="306">ἀλλοτρίου πλούτοιο λιλαιομένους κτεάνων τε·</l><l n="307">πολλάκι καὶ κτεάνων πίστεις, ὧνπέρ τις ἔδωκεν</l><l n="308">λάθρῃ παρθέμενος, κακομητίῃ ἠρνήσαντο,
 πολλάκι <gap reason="omitted"/></l><l n="309">χρήματα παῦρα διδοῦσιν, ἃ πολλῶν χρεῖος ἐτύχθη·</l><l n="310"> πρὸς δʼ ἔτι φαρμακίης ὀλοῆς ἐπιίστορας ἔρδει·</l><l n="311">ὧν ἕνεκεν πάντων καὶ ὑπʼ ἴδρισιν ἶφι μάχεσθαι</l><l n="312">λάσθαις κερτομίαις τε κατὰ πτόλιας σοβέονται.</l><l n="313">ἐν δʼ Ἑρμοῦ ζώοισι φιλομμειδὴς Ἀφροδίτη</l><l n="314">θῆκε προϊσταμένους μεγάλων βιότοιο γυναικῶν,</l><l n="315"> κείνων δʼ εἵνεκα δηθὰ κρίσεις καὶ νείκεʼ ἔχοντας,</l><l n="316">οἷς ἔπι κῦδος ἔθηκεν ἔδ’ εὐκλέα πολλάκι νίκην·</l><l n="317">οἱ δὲ θεῆς ἱεροῖο προφήτορες εὐκτεάνοιο</l><pb n="14"/><l n="318">γίνονται, τιμὰς ἰδʼ ἀπʼ αὐτοῦ πλοῦτον ἔχοντες·</l><l n="319">τεύχει δʼ ἐν τούτοισι τόποις καλὴ Κυθέρεια</l><l n="320"> αἰόλʼ ὑπὸ χροιῇ ποικίλματα δαιδάλλοντας</l><l n="321">παντοίοις ζώοισιν ἐοικότα, τοὺς μὲν ἐφʼ ἰστῶν</l><l n="322">κερκίσιν ἠδὲ χερῶν τεχνήμασιν ἀμφί τε πέπλοις,</l><l n="324"> τοὺς δὲ καὶ ἐν γραφίοις μελιηδέος ἄνθεσι κηροῦ</l><l n="323"> δεικνύντας πάντων μορφὰς θηρῶν τε καὶ ἀνδρῶν,</l><l n="325"> ἄλλους δʼ ἐν πετάλοις στεφανώματα ποικίλλοντας,</l><l n="326">οὓς δὲ καὶ ἀνθοβάφους ἀλίων ἄπο θήκατο κόχλων,</l><l n="327">εὐόδμων τε μύρων τεῦξεν τεχνήτορας ἄνδρας.</l><l n="328">Ἑρμῆς δʼ αὖτʼ οἴκοισι φανεὶς καλῆς Κυθερείης</l><l n="329">προσφιλέας θῆκεν καὶ τιομένους μάλα πᾶσιν,</l><l n="330"> μορφῇ θʼ ἱμερόεντας ἰδʼ αἱμύλα κωτίλλοντας,</l><l n="331">παντοίης μούσης τʼ ἐπιίστορας· ἢ γὰρ ἀοιδούς</l></div></div></div></body></text></TEI>