μηδομένους, κλῶπας, ληίστορας, ἀνδροφονῆας, ὅρκων οὐδʼ ὅσσον τι νόῳ κρυερῷ ἀλέγοντας. ταῦτα δὲ καὶ Στίλβων Ἄρεως ἐν δώμασιν ἔρδει, πλαστογράφους τεύχων, λυμάντορας, ἠπεροπευτάς, ἀλλοτρίου πλούτοιο λιλαιομένους κτεάνων τε· πολλάκι καὶ κτεάνων πίστεις, ὧνπέρ τις ἔδωκεν λάθρῃ παρθέμενος, κακομητίῃ ἠρνήσαντο, πολλάκι χρήματα παῦρα διδοῦσιν, ἃ πολλῶν χρεῖος ἐτύχθη· πρὸς δʼ ἔτι φαρμακίης ὀλοῆς ἐπιίστορας ἔρδει· ὧν ἕνεκεν πάντων καὶ ὑπʼ ἴδρισιν ἶφι μάχεσθαι λάσθαις κερτομίαις τε κατὰ πτόλιας σοβέονται. ἐν δʼ Ἑρμοῦ ζώοισι φιλομμειδὴς Ἀφροδίτη θῆκε προϊσταμένους μεγάλων βιότοιο γυναικῶν, κείνων δʼ εἵνεκα δηθὰ κρίσεις καὶ νείκεʼ ἔχοντας, οἷς ἔπι κῦδος ἔθηκεν ἔδ’ εὐκλέα πολλάκι νίκην· οἱ δὲ θεῆς ἱεροῖο προφήτορες εὐκτεάνοιο γίνονται, τιμὰς ἰδʼ ἀπʼ αὐτοῦ πλοῦτον ἔχοντες· τεύχει δʼ ἐν τούτοισι τόποις καλὴ Κυθέρεια αἰόλʼ ὑπὸ χροιῇ ποικίλματα δαιδάλλοντας παντοίοις ζώοισιν ἐοικότα, τοὺς μὲν ἐφʼ ἰστῶν κερκίσιν ἠδὲ χερῶν τεχνήμασιν ἀμφί τε πέπλοις, τοὺς δὲ καὶ ἐν γραφίοις μελιηδέος ἄνθεσι κηροῦ δεικνύντας πάντων μορφὰς θηρῶν τε καὶ ἀνδρῶν, ἄλλους δʼ ἐν πετάλοις στεφανώματα ποικίλλοντας, οὓς δὲ καὶ ἀνθοβάφους ἀλίων ἄπο θήκατο κόχλων, εὐόδμων τε μύρων τεῦξεν τεχνήτορας ἄνδρας. Ἑρμῆς δʼ αὖτʼ οἴκοισι φανεὶς καλῆς Κυθερείης προσφιλέας θῆκεν καὶ τιομένους μάλα πᾶσιν, μορφῇ θʼ ἱμερόεντας ἰδʼ αἱμύλα κωτίλλοντας, παντοίης μούσης τʼ ἐπιίστορας· ἢ γὰρ ἀοιδούς