<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="1"><l n="270"> δύσγαμα νυμφεύοντες ἀπʼ ἀλλοτρίων ὑμεναίων.</l><l n="273"> ζώοις δʼ οὖ Πυρόεντος ἐπεμβεβαυῖα Κυθήρη</l><l n="274">δυσγαμίην τεύχει τε καὶ ἐκ λεχέων μάλʼ ἀνίας·</l><l n="275"> ἢ γὰρ ἄγοντʼ ἀλόχους, ὧν ἄργυρον ὦνον ἔδωκαν,</l><l n="276">δμωίδας, αἵτʼ αὐτούς μάχλοις ἔργοισιν ἔπεισαν,</l><l n="277">ἠὲ πολυμνήστῃσι συνευνῶσιν φιλότητας</l><l n="278">αἰεὶ κλεπτομέναις, ὧν εἵνεκα δηριόωσιν·</l><l n="279">οὐ γὰρ ταὶ τίουσʼ οὐδʼ αὖ φιλέουσι συνεύνους·</l><l n="280"> τῷ δὴ καὶ κρίσιας καὶ νείκεα πολλάκις ἔσχον</l><l n="281">σύν σφετέραις ἀλόχοισι, καὶ ἀλλήλους ἀθέριξαν
 <gap reason="omitted"/> καὶ αὐτῶν εἵνεκα δηθὰ</l><l n="282">ἐν συνοχῇσι γένοντο καὶ ἀπλήτοις ἀχέεσσιν,</l><l n="283">ἠδὲ γυναικείης κεφαλῆς χάριν εἰργμὸν ἔνεικαν·</l><l n="284">ἢν δὲ γυναικὸς ἔῃ γενέθλη, μάλʼ ἀγήνορα τεύχει</l><l n="285"> καὶ γαῦρον, βουλῇσιν ἑαῖς πίσυνον καὶ ἄκαμπτον,</l><l n="290"> τάς τʼ ἄλλας ἄνδρεσσιν ἴσας κάμνουσαν ἀνίας·</l><l n="286"> πάγχυ δʼ ἄρʼ ἐς φιλότητα δύην, τοκετῶν ἐποχήν τε</l><pb n="13"/><l n="287">ὀτλήσει, καὶ δηθὰ λυγρῇ περὶ γαστρὶ μογήσει,</l><l n="288">ἤτοι πρὶν γονίμης ὥρης βρέφεʼ ὠμοτοκοῦσα,</l><l n="289">ἠὲ νεκρῶν ἐν γαστρὶ μέλη τέμνουσʼ ἄπο τέκνων.</l><l n="291">ναὶ μὴν καὶ Πυρόεις οἴκοις θοοῦ Ἐρμάωνος</l><l n="292">οὐλοὰ μηδομένους στέρνων ἔντοσθεν ἔθηκεν,</l><l n="293">ἄγριά τʼ ἐν πραπίσιν βουλεύματα ποικίλλοντας,</l><l n="294">πρὸς δὲ κακοφροσύνῃσιν ἀεὶ μερόπεσσι συνόντας,</l><l n="295"> ὡς δὴ καί τʼ ἄλλοις ὑποφήτορας ἔμμεν ἀνιῶν·</l><l n="296">καὶ δὲ δικορραφίης δεδαηκότες εἰν ἀγορῇσιν</l><l n="297">καὶ κρίσιας θαμινὰς καὶ νείκεα πυκνὰ ἑκόντες</l><l n="298">ἴσχουσιν, φήμη δὲ κακὴ περιδέδρομεν αὐτοὺς</l><l n="299">καί τε δικῶν μέγα πλῆθος, ὅ δὴ μάλʼ ἀχρήμονας ἔρδει·</l><l n="300"> πολλοὶ καὶ παίδων τῶνδʼ ἡγητῆρες ἔασιν·</l><l n="301">πρὸς δʼ ἔτι καὶ ψεύστας, ἀθέους, ἀθεμίστια ἔργα</l></div></div></div></body></text></TEI>