δύσγαμα νυμφεύοντες ἀπʼ ἀλλοτρίων ὑμεναίων. ζώοις δʼ οὖ Πυρόεντος ἐπεμβεβαυῖα Κυθήρη δυσγαμίην τεύχει τε καὶ ἐκ λεχέων μάλʼ ἀνίας· ἢ γὰρ ἄγοντʼ ἀλόχους, ὧν ἄργυρον ὦνον ἔδωκαν, δμωίδας, αἵτʼ αὐτούς μάχλοις ἔργοισιν ἔπεισαν, ἠὲ πολυμνήστῃσι συνευνῶσιν φιλότητας αἰεὶ κλεπτομέναις, ὧν εἵνεκα δηριόωσιν· οὐ γὰρ ταὶ τίουσʼ οὐδʼ αὖ φιλέουσι συνεύνους· τῷ δὴ καὶ κρίσιας καὶ νείκεα πολλάκις ἔσχον σύν σφετέραις ἀλόχοισι, καὶ ἀλλήλους ἀθέριξαν καὶ αὐτῶν εἵνεκα δηθὰ ἐν συνοχῇσι γένοντο καὶ ἀπλήτοις ἀχέεσσιν, ἠδὲ γυναικείης κεφαλῆς χάριν εἰργμὸν ἔνεικαν· ἢν δὲ γυναικὸς ἔῃ γενέθλη, μάλʼ ἀγήνορα τεύχει καὶ γαῦρον, βουλῇσιν ἑαῖς πίσυνον καὶ ἄκαμπτον, τάς τʼ ἄλλας ἄνδρεσσιν ἴσας κάμνουσαν ἀνίας· πάγχυ δʼ ἄρʼ ἐς φιλότητα δύην, τοκετῶν ἐποχήν τε ὀτλήσει, καὶ δηθὰ λυγρῇ περὶ γαστρὶ μογήσει, ἤτοι πρὶν γονίμης ὥρης βρέφεʼ ὠμοτοκοῦσα, ἠὲ νεκρῶν ἐν γαστρὶ μέλη τέμνουσʼ ἄπο τέκνων. ναὶ μὴν καὶ Πυρόεις οἴκοις θοοῦ Ἐρμάωνος οὐλοὰ μηδομένους στέρνων ἔντοσθεν ἔθηκεν, ἄγριά τʼ ἐν πραπίσιν βουλεύματα ποικίλλοντας, πρὸς δὲ κακοφροσύνῃσιν ἀεὶ μερόπεσσι συνόντας, ὡς δὴ καί τʼ ἄλλοις ὑποφήτορας ἔμμεν ἀνιῶν· καὶ δὲ δικορραφίης δεδαηκότες εἰν ἀγορῇσιν καὶ κρίσιας θαμινὰς καὶ νείκεα πυκνὰ ἑκόντες ἴσχουσιν, φήμη δὲ κακὴ περιδέδρομεν αὐτοὺς καί τε δικῶν μέγα πλῆθος, ὅ δὴ μάλʼ ἀχρήμονας ἔρδει· πολλοὶ καὶ παίδων τῶνδʼ ἡγητῆρες ἔασιν· πρὸς δʼ ἔτι καὶ ψεύστας, ἀθέους, ἀθεμίστια ἔργα