<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="1"><l n="242">ἠὲ καὶ ἄνδρας ἔτευξε γυναικείοισιν ἐπ᾿ ἔργοις,</l><l n="243">ἐξ ὧν χρήματα πολλὰ καὶ εὐφροσύνην πόρεν ἐσθλήν</l><l n="244">δηθάκι δʼ οὖθ’ ὑποτάσσει ὑπʼ ἀσχολίῃσι τυράννων</l><l n="245"> ἢ μεγάλων ἀνδρῶν, οἷσι κράτος ἶσον ἄναξιν.</l><l n="246">Ζεὺς δʼ ἄρʼ ἐν Ἑρμείαο τόποις πολύολβον ἔθηκεν,</l><l n="247">εὐκλέʼ ἐπιφροσύνης ἕνεκεν, βασιλήιον ὄλβον</l><l n="248">νωμῶντʼ ἐν χείρεσσι, καὶ ἐκ πολίων ἐθνέων τε</l><l n="249">χρήματα καὶ δασμούς συναγειρόμενον βασιλεῦσιν,</l><l n="250"> ἐν δʼ ἔργων πρήξει μέγʼ ὑπείροχον, ἐν δʼ ἄρα τοῖσιν</l><l n="251">κεκλόμενον, μέγα δʼ αὖτε νόῳ φρονέοντα, καὶ ἐσθλὴν</l><l n="252">κτῆσιν ἀπʼ ἀσχολίης βιότου φορέοντα πτρὸς οἴκους.</l><l n="253">ἔμπαλι δʼ Ἑρμείης δόμῳ εὐφεγγοῦς Φαέθοντος</l><l n="254">παιδείης πραπίδεσσι σοφῆς παιδεύματʼ ἔχοντας,</l><l n="255"> παίδων θʼ ἡγητῆρας ἢ αὐτῶν θῆκεν ἀνάκτων,</l><l n="256">ἢ δίφρῳ ἑζομένους, ὅθι τʼ ἀργύρου ἐστὶν ἀμοιβή,</l><pb n="12"/><l n="257">ἠὲ νόμων θεσμῶν τʼ ἐπιίστορας, ὧν ἕνε αἰεὶ</l><l n="258">πειθὼ ὁμῶς κῦδός τε κατὰ πτόλιας μέγʼ ἔχουσιν,</l><l n="259">ῥητῆρας μύθων τε καὶ εἰν ἀγορῇσιν ἀρίστους</l><l n="260"> νείκεα τʼ ἰθύνειν καὶ τειρομένοισιν ἀρήγειν,</l><l n="261">ἔν τε δικασπολίῃσιν ἐριδμαίνοντας ἔπεσσιν,</l><l n="262">ὧν ἄπο πλοῦτον ἀπειρέσιον καὶ χρήματʼ ἄγειραν·</l><l n="263">ἄλλοι δʼ αὖτε πέλονται ἀπαγγελέες βασιλήων,</l><l n="264">πίστιν τʼ ἀμφὶ δίκῃσι θεμιστοπόλων ἀπʼ ἀνάκτων</l><l n="265"> ἴσχουσιν, κείνοις σφετέρῳ νόῳ ἰθύνοντες.</l><l n="266">ἐν δʼ ἄρα τοι Παφίης Ἄρης οἴκοισι βεβηκὼς</l><l n="267">ἀλλοτρίων λεχέων κρυπτοὺς λυμάντορας ἔρδει,</l><l n="268">δώροις ἡδὲ δόλοισιν ὀπιπεύοντας ἑταίρων</l><l n="269">εὐνέτιδας πηῶν τε, καὶ αἴσχεα μακρὰ τελοῦντας·</l><l n="271"> ἀλλʼ ἄρα κἀκείνων βιότοις ὀλέθρους ἐπάγουσιν,</l><l n="272">καὶ ἑὰς κεδνὰς ἀλόχους ὀλέκουσι χέρεσσιν,</l></div></div></div></body></text></TEI>