<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="1"><l n="212">τιόμενοι πολίων ἡγήτορες ἢ βασιλῆες.</l><l n="213">ὣς δʼ αὔτως καὶ Θοῦρος ἐπὴν Δί ὸς ἐς δόμον ἔλθῃ,</l><l n="214">δωρεῖται κῦδος καὶ ἀπειρέσιον κράτος ἀνδρῶν·</l><l n="215"> τεύχει καὶ νηῶν ἡδʼ ἱππήων πρυλέων τε</l><l n="216">ἡγεμόνας βασιλεῦσιν ἀρηρότας, οἳ κατὰ μῶλον</l><l n="217">ἀνθρώπους κτείνοντας ἑῇ ὀπὶ καὶ μεμαῶτας
 <gap reason="omitted"/> εὖ δεδάασιν·</l><l n="218">εἰ δʼ ἄρα μὴ κέντρῳ πέλεται μηδʼ ἐς τόσον εἴη</l><l n="219">ὕψος, ἀειρόμενοι πάντων σφετέρων ὕπερ αὐτοὶ</l><l n="220"> τάττονται, κἢν δμῶες ἀεικέλιοι τελέθωσιν.</l><l n="221">ἐν δʼ ἄρα Κυπρογενοῦς ζώοις Ζεὺς ὄλβον ὀπάζει</l><l n="222">παντοῖον, κτεάνων τε δόμους πίμπλησι βροτοῖσιν,</l><l n="223">αὐτοὺς δʼ αὖθʼ ἑτάρους ἢ καὶ συνέδρους βασιλήων</l><l n="224">θηητοὺς λαοῖσι καὶ ἐν πολίεσσιν ἀγητοὺς</l><l n="225"> τεύχει, καὶ μακάρων ἱερεῖς σηκῶν τε προέδρους,</l><pb n="11"/><l n="226">τιμαῖς κυδαλίμους ἡδʼ ἐξαίτοις γεράεσσιν,</l><l n="227">πρήξιος ἐκ πάσης συναθροίζοντας πολὺν ὄλβον,</l><l n="228">δήμου θʼ ἡγητῆρας, οἳ εὖ χείλεσσιν ἑοῖσιν</l><l n="229">φθέγγοντʼ εἰν ἱεροῖσιν ἀκουόμενοι ὑπὸ λαῶν,</l><l n="230"> ζευγνυμένουςτʼἀνδρῶν μεγάλων φιλότητι γυναικῶν,</l><l n="231">ὧν ἄπο κυδήεντες ἰδʼ ὄλβιοι ἐξεγένοντο.</l><l n="232">καὶ Κυθέρη Διὸς οἴκῳ ἢ εἰν ὁρίοισι φανεῖσα</l><l n="233">εὐκλέας ἐν πολίεσσι καὶ ἐν δήμοισι τίθησιν·</l><l n="234">κοσμεῖ καὶ μίτρῃσι πέπλοισί τε πορφυρέοισιν,</l><l n="235"> στέμμασί τε χρυσοῦ, τοὺς δʼ οὖ γεράεσσʼ ἐρατοῖσιν·</l><l n="236">ἠδὲ γάμους δῶκεν φιλίους, καὶ λέκτρα γυναικῶν</l><l n="237">ὤπασεν εὐθαλάμων, λέκτροις δέ τε δῶκε γυναικῶν</l><l n="238">εὐόλβων ἐν ἑῇσιν ἔμεν πολίεσσιν ἀρίστοις,</l><l n="239">κτήματά θʼ ἕξουσιν κλεινὸν βίοτόν τε καὶ οἴκους·</l><l n="240"> προσφιλέας δʼ ἔρδει καὶ τιμήεντας ἅπασιν,</l><l n="241">πειθοῖ καὶ χαρίτεσσιτετιμένον ἦτορ ἔχοντας·</l></div></div></div></body></text></TEI>