<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="1"><l n="182">δηθάκι καὶ χείρεσσιν ἑαῖς ἀλόχους ἐδάιξαν</l><l n="183">ζήλῳ ἀλαστήσαντες ἐπʼ αἴσχεσιν, οἷς τελέουσιν.</l><l n="184">Ἀφρογενὴς δὲ Κρόνοιο δόμοις λεχέων ὀλετῆρας</l><l n="185"> ἀλλοτρίων ἔρρεξε, καὶ ἀσπέρμους θέτο τέκνων,</l><l n="186">οὐ μάλα κηδομένους μάχλου ἕνεκεν φιλότητος</l><l n="187">οὔτε φίλων σφετέρων, οὐδʼ οὖ πατέρων ἀλέγοντας·</l><l n="188">ἢ γὰρ δὴ κεδνῶν ἑτάρων γάμον αἰσχύνουσιν,</l><l n="189">ἢ καὶ μητρυιῇσιν ἑαῖς ἢ παλλακίδεσσιν</l><l n="190"> σφωιτέρου γενετῆρος ὁμὸν λέχος εἰσανέβησαν.</l><l n="191">ἐν δʼ ἄρα χρυσοφαοῦς Ἑρμοῦ ζώοισι βεβηκὼς</l><l n="192">Φαίνων ὀξείας μερόπων ἤμβλυνεν ἀκουάς,</l><l n="193">ἢ λαλιῆς ἤμερσε φίλης καὶ γλῶσσαν ἔδησεν,</l><l n="194">δεινοὺς δʼ ἐν πραπίδεσσι καὶ οὐλοὰ μητιόωντας</l><l n="195"> κρυπταδίως τεύχει, σφέτερον νόον οὔτινι θνητῶν</l><l n="196">φαίνοντας, δακετῶν φονιώτερον ἰὸν ἔχοντας,</l><pb n="10"/><l n="197">καὶ δὲ καὶ ἀρρήτων μύστας τελετῶν, μακάρων τε</l><l n="198">ὄργια γιγνώσκοντας, ὅσ’ ἐν βίβλοις ἐχαράχθη</l><l n="199">κρυπταῖς, ἃς οὐ πᾶσι βροτοῖς θέμις ἐν φρεσὶν ἴδμεν</l><l n="200"> ταύτης δʼ οὐκ ἂν ὄναιντοδαημοσύνης· τάδε γάρσφιν</l><l n="201">ἀντʼ ἀγαθῶν καὶ λυγρὰ καὶ ἀντία γίνεται αἰεί.</l><l n="202">ταῦτα δὲ καὶ Στίλβων ῥέζει Κρόνου ἐν μεγάροισιν·</l><l n="203">ἀλλʼ ἄρα τοῖς ἦδος πέλεται σφετέρων ἀπὸ μόχθων·</l><l n="204">τεύχει δʼ οὐ μοῦνον βίβλων ἐπιίστορας ἱρῶν,</l><l n="205"> παννυχίδων τελετῶν θʼ ἡγήτορας, ἀλλὰ καὶ ἐσθλούς</l><l n="206">μάντιας, ἀστρονόμους καὶ ὁνειροπόλους, προπάροιθεν</l><l n="207">ἑζομένους θυσιῶν, μακάρων ἄπο θέqφατα θνητοῖς</l><l n="208">φαίνοντας, πτηνῶν τε ποτῆς ἄπο θεσπίζοντας,</l><l n="209">πρήξεσι δʼ ἐν βιότου ἑτέροις ὑποπεπτηῶτας.</l><l n="210">ὅσσοις δʼ οὖ Φαέθων Ἄρεως οἴκοισι βέβηκεν,</l><l n="211">τρισμάκαρες στρατιῶν ἡγήτορες, ἔν τε βροτοῖσιν</l></div></div></div></body></text></TEI>