<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="1"><l n="151">τεύχει, καὶ βασιλεῦσιν ἰδʼ αὖθ’ ἑτάροισιν ἀνάκτων</l><l n="152">ἐς φιλίην ζεύγνυσι, καὶ αὐτοὺς πολλάκι δασμῶν</l><l n="153">πρήκτορας ἐξανέφηνεν ἐυπρήσσοντας ἄναξιν,</l><l n="154">χρήματά τʼ ἐν χερσὶν δῶκεν βασιλήια νωμᾶν·</l><l n="155"> πολλάκι δʼ ἀλλοτρίων τέκνων πατέρας καλέεσθαι</l><l n="156">δῶκεν, ἢ ἐκθεμένοις παῖδας σφετέρους πάλι δῶκεν.</l><l n="157">Ζεὺς δὲ Κρόνοιο τόποις παρεὼν βίοτον μὲν ὀπάζει</l><l n="158">εὐκτεάνους τε τίθησιν, ἀτὰρ πολυγηθέος ὄλβου</l><l n="159">φειδωλούς, μηδ’ ὅσσον ἑῶν κτεάνων ὀρέγοντας,</l><l n="160"> ἠπεδανὸν στέρνοισι νόον καὶ ἄναλκιν ἔχοντας,</l><l n="161">ἀμφὶ ἕθεν πολὺ μεῖον ἢ ὧν πέλας ὦσι φρονοῦντας,</l><l n="162">ἐν δʼ ἔργοις πρήξει θʼ ἑτέροις ὑποπεπτηῶτας·</l><l n="163">ὅσσα δέ τʼ ἐκτελέουσιν, ἀποκρύπτει κλέος ἐσθλὸν</l><l n="164">πολλάκις ἀλλοτρίων, | οἳ καί σφισιν αἴσχεʼ ἔδωκαν. <lb n="165"/></l><pb n="9"/><l n="166">ἐν δʼ Ἄρεως ὁρίοισιν ἢ ἐν ζώοισι βεβηκὼς</l><l n="167">Φαίνων νωχελέας τε καὶ ἀδρανέας μάλα ῥέζει,</l><l n="168">δειλοὺς πανταρβεῖς τε, φρεσὶν καταπεπτηῶτας,</l><l n="169">αὐχμηρούς, ἐὸν ἦτορ ἀεὶ βλάπτοντας ἀνίαις.</l><l n="170"> ἀλλʼ Ἄρης οἴκοισι Κρόνου πολιοῖο βεβηκὼς</l><l n="171">πανθαρσεῖς τεύχει καὶ πρήξεσι τολμήεντας,</l><l n="172">πρὸς δʼ ἔτι θαρσαλέους τε καὶ εὐτόλμους καὶ ἀτρέστους,</l><l n="173">πρῆξιν παντοίην τε καὶ ἔργα τελοῦντας ἀμόχθως,</l><l n="174">οἷσί τʼ ἐφορμήσωσιν ἀεὶ τέκμωρ ἐπάγοντας·</l><l n="175"> φθείρει δὲ κλῆρον πατρώιον, ἠδὲ συναίμους</l><l n="176">πρεσβυτέρους πάντας κρυερῷζόφῳ ἀμφικαλύπτει.</l><l n="177">Ἀφρογενοῦς δὲ Κρόνος παρεών οἴκοις τάδε ποιεῖ·</l><l n="178">πρεσβυτέραις ζεύγνυσιν ἰδὲ δμωῇσιν ἀκιδναῖς,</l><l n="180"> ἢ ξυνὴν δήμοισι κύπριν μισθοῦ παρεχούσαις·</l><l n="179"> πρὸς δʼ ἔτι δυσγαμίην καὶ δυστεκνίην μάλʼ ὀπάζει,</l><l n="181"> στείραις ἠδʼ ἀτόκοισι συνάπτων δυσκλέα λέκτρα·</l></div></div></div></body></text></TEI>