<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2583.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="1"><l n="121">Αἰητοῦ τε μέσον, καὶ Τόξων ἄγχι κορώνης</l><l n="122">ἀκρότατον νεῦρον, θηρὸς φονίοιό τε κέντρον,</l><l n="123">ἠδὲ Θυτήριον ἄκρον ἰδ’ ὁπλὰς Κενταύροιο</l><l n="124">τέσσαρας· ἐκ δʼ ἄρα κεῖθεν ἀνέρχεται ἐκ Βορέαο</l><l n="125"> ἄψορρος διὰ Νηὸς ἀμειβόμενος κατὰ πρύμνην,</l><l n="126">καὶ κνήμας Διδύμων, κορυφῆς θʼ ὕπερ Ὠρίωνος,</l><l n="127">καὶ γόναθʼ Ἡνιόχου, γουνός τʼ ἔπι γοργοφόνοιο</l><l n="128">δεξιτεροῦ Περσῆος, ὃ δὴ τέταθʼ ὥστε θέοντος.</l><l n="129">Ζω δισκὸς δʼ, ὅσπερ τε κατʼ οὐρανὸν ἔπλετο πάντων</l><l n="130"> εὐτροχάλων κύκλων μάλʼ ἀγαυότατος καὶ ὁρητός,</l><l n="131">δώδεχ’ ὑπ εἰδώλοισι κεκασμένος εἶσι διʼ αἴθρης·</l><l n="132">ἀμφὶ δʼ ἄρ αὐτὸν κεῖται ὑπʼ ἀστράσι παμφαίνοντα</l><l n="133">Κριὸς καὶ Ταῦρος, Δίδυμοι δʼ ἐπὶ τῷδε, μετ’ αὐτοὺς</l><l n="134">Καρκίνος ἠδὲ Λέων, στάχυάς τʼ ἐν χερσὶ φέρουσα</l><pb n="8"/><l n="135"> Παρθένος ἀνθρώπων γενεὴν ποθέουσα παλαιῶν,</l><l n="136">Χηλαί θʼ, ἃς καὶ δὴ μετεφήμισαν ἀνέρες ἱροὶ</l><l n="137">καὶ Ζυγὸν ἐκλήισσαν, ἐπεὶτετάνυνθʼ ἑκάτερθεν</l><l n="138">οἷαί περ πλάστιγγες ἐπὶ ζυγοῦ ἑλκομένοιο,</l><l n="139">Σκορπίος ἐστὶ δʼ ἔπειτα, βίη τʼ ἔπι Τξευτῆρος,</l><l n="140"> καὶ δὲ καὶ Αἰγόκερως, μεθʼ ὃν Ὑδροχόος τε καὶ χθῦς.—</l><l n="141">Οἴκοις μὲν δὴ πάντες ἑοῖς παρεόντες ἄριστοι</l><l n="142">ἀστέρες ἐν γενέθλῃ, ἐπεὶ ἐσθλοδόται μὲν ἀρείω</l><l n="143">καὶ πλέον’ ἐσθλὰ διδοῦσι, κακοὶ δέ τε μείονα λυγρά.</l><l n="144">τῷ μάλα χρὴ σκέπτεσθʼ, ὁπόσοι σφετέροισι δόμοισιν</l><l n="145"> ἠὲ καὶ εἰν ὁρίοισιν ἑοῖς βεβαῶτες ὁρῶνται·</l><l n="146">εἰ μὲν γὰρ πλέονες, πολὺ φέρτερον, εἰ δέ τε παῦροι,</l><l n="147">μειότερον κῦδος βιότῳ καὶ πρῆξιν ὄπασσαν.</l><l n="148">Ἀλλὰ καὶ ἀλλήλων ὅσ ἀμειβόμενοι κλυτοφεγγεῖς</l><l n="149">οἴκοις ἐκτελέουσι, μάλα χρειὼ καταλέξαι.</l><l n="150">Φαίνων μέν τε Διὸς ζώοις μεγακύδεος ἄνδρας</l></div></div></div></body></text></TEI>