ἀπειλητικὴ δι’ ἧς ἀπειλοῦμέν τινι. ἀπαρνητικὴ δι’ ἧς ἀπαρνού- μενοί τι φαινόμεθα. παραγγελματικὴ δι’ ἧς παραγ- 10 μέλλομέν τινι περί τινος. αὕτη δὲ καὶ μαρτυρικὴ καλεῖ- ται. μεταμελητικὴ δι’ ἧς δοκοῦμεν μεταγινώσκειν ἐφ’ οἶς ὑπεσχόμεθά τινι ἢ καὶ ἐφ’ οἷς ἐδόξαμεν ἐσφάλ- θαι. ὀνειδιστικὴ δι’ ἧς ὀνειδίζομέν τινα ἐφ’ οἷς ὑφ’ ἡμῶν πέπονθε καλῶς, εἰ ἀμνημονεῖ.