ποσάκις ταῖς νεφέλαις ἐμεμψάμην, ποσάκις ταύταις λοίδορον ἀφῆκα φωνήν, ὅτι μὴ καὶ νῦν, ὥσπερ ἀμέλει τοῖς Ῥοδίοις ποτέ, πολὺν ἐπώμβρησαν τὸν χρυ- σόν, ὡς ἔχειν ἀμογητὶ τὴν ἔφεσιν | ἀποπλῆσαί Boiss. p. 167 μου, καὶ δυεῖν θάτερον ηὐχόμην γενέσθαι, ἢ κἀμὲ τοῖς τότε ξυντετάχθαι βροτοῖς ἢ γοῦν ταὐτὰ συμβῆναι καὶ νῦν.