ποῦ μοι τὸ Πυθικὸν χρηστήριον νῦν, ὡς τοῦ προκειμένου πέρι σαφῶς χρησμῳδήσειεν; ἀλλ’ ἴσως κἀκεῖνο λαβυρινθώ- δεις ἀνήσει καὶ λοξοὺς τοὺς χρησμούς, ᾗπερ ἔθος αὐτῷ. μάντεις μετακαλέσομαι, ἔνα τἀληθὲς πυθοίμην αὐτῶν; ἀλλ’, οἴμοι, κἀκεῖνοί με πρίν τι καὶ λέξαι μι- σθοὺς εἰσπράξονται. ἐγὼ δὲ πόθεν αὐτοὺς καταθήσο- ’μαι; ἐκ τῶν περιλειφθέντων χρημάτων; ἀλλ’ ἀπολώ- λασιν ἅπαντα.