ὧς δὲ εἶδον, ὡς κατενόησα, ὥσπερ ἤχῳ βροντῆς παταχθεὶς ἐννεὸς ἐγεγόνειν. τὴν τῆς Γοργόνος εἶπεν ἄν τις ἰδὼν οὕτω μεταστοιχειῶσαί με τὴν κεφα- Λήν. ὡς δὲ μόλις ἀνενεγκὼν ᾐσθόμην οἶ κακοῦ γέγονα, οἰμωγὰς προσετίθουν ταῖς οἰμωγαῖς, ἀφειδῶς τῶν τῆς Boiss. p. 170 κεφαλῆς καὶ πώγωνος ἐδραττόμην τριχῶν. ὢ Ι πόσα τοῦ βαράθρου κατέπασα δάκρυα, πόσοις στεναγ- μοῖς ἐχρησάμην. ἔπεισί μοι θαυμάζειν ὅπως οὐκ ἀφῆκα 7 cf. ad t. V 514, 16 20 Luc. Tox. 17 18 ἤγουν ἐμβρόντητος in marg P2 1 προπολλοῦ Ρ corr Boiss 2 αὐτοῖς scripsi αὐτῶν Ρ Boiss qui αὐτοῖς αὐτῶν coni 11 ἐπισφρησάντων Ρ corr Boiss 18 ἐνεὸς Boiss 20 οὗ? 23 βόθρου? καὶ τὴν ψυχήν. οὐ γὰρ ἀδάμαντος εἶχον φύσιν οὔτε μὴν σιδήρου τὴν ψυχὴν ἀπεσφυρηλάτημαι ἀπαθῶς ἐνέγκαι τοσαύτην, ὦ Γῆ καὶ Ἥλιε, συμφοράν. 17. Τις ὁ ταῦτά με δράσας; τίνι τὸ συμβὰν ἐπι- γράψομαι; εἴθε ποῦ γῆς ἐστιν ὁ κάκιστ’ ἀπολούμενος ἐπυθόμην καὶ πυθόμενος κατέσχον καὶ κατασχὼν κυνὸς δίκην τοῖς ὀδοῦσιν ἐσπάραξα καὶ σπαράξας πρὸς βίαν ἀπορρῆξαι τὴν ψυχὴν παρεσκεύασα. τάχ’ ἂν οὕτω, κἂν ᾖ τῆς ἀξίας ἐλάττων, δίκην ἀπέτισε.