ἀλλὰ γάρ, οἴμοι τῶν ἐπεισφρη- σάντων δεινῶν, πῶς εἴπω; πῶς διεξέλθω; ἐπέχεταί μοι τὸ φθέγμα καὶ προπηδᾷ τοῦ λόγου τὸ δάκρυον, ἴωθεν ἀναστὰς κἀν τῷ τόπῳ γενόμενος εἰωθὸς ὄν, βαβαί, πῶς οὐχ ἡ ψυχή μοι τοῦ τῶν ὀδόντων ἕρκους ἀφίπταται; τὸν μὲν βόθυνον ἀνορωρυγμένον ὁρῶ, τὰ χρήματα δὲ οὐδαμοῦ.