τοῦτο δὴ δεδιὼς ἐν μυχῷ γῆς κατορύττω τὰ χρήματα συγκατορύξας ἐμαυτὸν τρόπον ἕτερον. οὔ- τε γὰρ εἰς ἀγορὰν ἐμβάλλων οὔτε οἴκοι καθήμενος, οὐ τροφὴν προσφερόμενος τὸν νοῦν ἀφίστων αὐτῶν. ὠνει- ροπόλουν νύκτωρ αὐτά. συνεχῶς ἐφιστάμην τῷ τόπῳ, περιήθρουν, περιεσκόπουν μή πού τι καὶ συνηνέχθη τῶν ἀβουλήτων.