εἰ γὰρ ἔστιν ὅτε τινὶ συμβὰν οὕτω καὶ περιτύχοιμι, ἢ ἑτέραν ἐτραπό- μὴν εὐθὺς ἢ ἑτέρωσέ ποι τοὺς ὀφθαλμοὺς ἔτρεπον· εἰ δὲ καὶ τῆς θέας ἀνασχοίμην ποτέ, βαβαί, ἡλίκον ἑώρων. γαῦρον καὶ σοβαρὸν ἀτενίζοντά τινα τὰς ὀφρῦς ἀνεσπακότα, χρυσοπάστους περικείμενον ἐσθῆτας, ζώ- νην καὶ τὸν τῆς Ἀφροδίτης πολλῷ τῷ μέσῳ κεστὸν ὑπερβάλλουσαν, χρυσῷ περιρρεόμενον πάντοθεν ὡς μηδ’ ἀτενίζειν ἐξεῖναι τούτοις ἀσκαρδαμυκτὶ περιουσίᾳ στιλπνότητος, ὅν τρόπον οὐδ’ ἡλίῳ τὰς ὄψεις ἀν- έδην ἐπιβάλλειν ἰσχύομεν. τῷδ’ ἐκ ψυχῆς ἀπηχθανόμην ὁμῶς Ἀίδαο πύλῃσι. τί γὰρ ἴδει τοσαύτης πολυ- τελείας ἐξὸν εὐώνοις περιβλήμασι τὴν χρείαν ὰπο- πληροῦν; Boiss. p. 169 13. Ἀλλ’ οὕτω μὲν αὐτὸς βιούς, οὕτω δ’ ἀποστόρ- γως ἔχων τῶν παρὰ πολὺ τοῖς ἐμοῖς τρόποις μὴ συμ- βαινόντων εἰς ἓν ἀγείρας τὸν πολυτάλαντον ἐκεῖνον χρυσὸν μηδενὸς ὁρῶντος, μηδενὸς συγγινώσκοντος κατα- πιστεύω τῇ γῇ ἄτε τὴν τῶν κιβωτίων οὐκ ἀποχρῶσαν ἡγησάμενος φυλακήν, προσέτι καὶ τῇ τῶν γειτόνων 1 cf. p. 256, 18 7 cf. t. VI 656, 4 9 Luc. Icarom. 29 10 II. ’ξ 214 sq. 11 cf. p. 693,11 12 sq. Luc. Icarom. 14 15 II ἴ’ 312; Od. ’ξ 156 15 σημείωσαι Ὁμηρικόν P2 9 χρησοπάστους Ρ corr Boiss 12 τούτοις] πρὸς αὐτὸν 13 στυλπνότητος Ρ corr Boiss 15 τι Ρ corr Boiss 19 παραπολὺ Ρ Boiss διδασκάλῳ χρώμενος συμφορᾷ, οἷς οὐ πρὸ πολλοῦ φῶρες ἐπιόντες νυκτὸς κιβωτίοις αὐτοῖς ἅπαντα τὸν ὄλβον ὑφείλοντο εὐπόρους μὲν ἐξ ἀπόρων ἑαυτοὺς ἀποφήναντες, ἐκείνους δὲ πενίας εἰς ἔσχατον περιστή- σαντες.